no image
DDbDP-text
Appointment of a substitute tax collector at Herakleia. A contract of 28 August 145 AD from Herakleia in the Fayum, in which Stotoetis, a village tax collector, appoints Satornilos as his substitute for two years. Satornilos is to pay Stotoetis' third share of the taxes, keep the office's records at his own expense, and receive 252 drachmas a year in quarterly instalments. machine translation
Linked by Trismegistos ID
TM 11685.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου ἐπαγομένων ε ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις Στοτοήτεως τοῦ Ὥρου πράκωρ ἀργυρικῶν τῆς
προκειμένης κώμης Ἡρακλείας ὡς ἐτῶν κϛ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Σατορνίλῳ Ἀπίωνος τοῦ Διδύμου ὡς ἐτῶν ν
οὐλὴ μετώπῳ μέσῳ τὸν ὁμολογοῦντα συνεστακέναι τὸν Σατορνῖλον πρακτορεύοντα ἀπὸ τοῦ εἰσιόντος
θ ἔτουσἈντωνίνου Καίσαρος τοῦ κυρίου ἐφʼ ἔτη δύο
καὶ διαγράφοντα εἰς τὸ δημόσιον τὸ ἐπιβάλλον
τῷ Στοτοήτει τρίτον μέρος τῆς προκειμένης πρακτωρίας, τοῦ Σατορνίλου πληροῦντος κατὰ ἀρίθμησιν ὁμοίως τὸ ἐπιβάλλον αὐτῷ τρίτον μέρος,
ἔτι δὲ καὶκαταχωριεῖ ὁ Σατορνῖλος τὰ τῆς τάξεως βιβλία ταῖς ἐξ ἔθους προθεσμίαις, τοῦ
Σατορνίλου χορηγοῦντος χάρτας καὶ τῆς ἄλλης
δαπάνης οὔσης πρὸς αὐτόν, αὐτοῦ λαμβάνοντος
παρὰ τοῦ Στοτοήτεως κατʼ ἔτος εἰς λόγον ὀψωνίου
ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα δύο ,
ὧν καὶ τὴν ἀπόδωσιν ποιήσεται αὐτῷ ἐν προθεσμίας τέσσαρσι διὰ τριμήνου τὸ αἱροῦν ἐξ ἴσου.
συνπρακτωρεύσι δὲ αὐτῷ ὁ Στοτοῆτις, ὁπότε ἐὰν
χρεία γένηται, διὰ τὸ ἐπὶ τούτοις τὴν σύστασιν γεγονέναι.
Σατορνεῖλος Ἀπίωνος[…] συστα[…]ν καὶ ε…[…]κ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.