Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

chrest.wilck.281 ca. 368Thebais

Sammlung von Amtsaufträgen via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22374. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] Φλάουιος Ἡράκλειος ὁ λαμπρότατος ἡγεμὼν Ἀσκληπιάδῃ καὶ Φιβίωνι ὀφφικιαλίοις ἀπαιτηταῖς ἐλαίου ἐν Ὀάσει χαίρειν. τὸ ἐκ προφάσεως τῶν γενναιοτάτων στρατιωτῶν δηληγατευθὲν μέτρον ἐλαίου ἀπὸ τῆς Ὀάσεως, ἐξαιρέτως δὲ ἀπὸ τῆς Συήνης χρεωστούμενον ἐν χιλίοις καὶ ἐννακοσίοις ξέσταις ἀπαντήσαντες ἀγάγετε μεθʼ ἑαυτῶν πολλῆς ἐπείξεως γενομένης ἕνεκεν τῆς χρείας ταύτης, γιγνώσκοντες ὡς εἰ μὴ εἴσω τῆς πρὸ μιᾶς καλανδῶν Σεπτεμβρίων ἐπιφερόμενοι ἀπαντήσητε μετὰ τῶν ἐπιμελητῶν, ὡς τρεῖς οὐγκίας χρυσίου ταῖς ταμιακαῖς ψήφοις δοῦναι προσταχθήσεσθε, Ἰσιδώρου ὀφφικιαλίου διὰ τὴν πρόφασιν ταύτην καὶ τὸ κατεπεῖγον τῆς χρείας ἐκ τάξεως ἀποσταλέντος. τίνα δὲ ἐπήνεγκαν οἱ πραιπόσιτοι, ἐκ τῶν ὑποτεταγμένων εἴσεσθε. [2] Φλάουιος Ἡράκλειος ὁ λαμπρότατος ἡγεμὼν ἐξάκτορι χαίρειν. τὰ λόγῳ ναύλων θαλασσίων δηληγατευθέντα παρὰ τῶν κυρίων μου τῶν λαμπροτάτων ἐπάρχων, τῶν θαυμασιωτάτων ἐπάρχων ἐπί τε τῆς ια καὶ ἐπὶ τῆς ιβ ἰνδικτίονος προσήκει τέως προχωρῆσαι, ἤδη τοῦ καιροῦ κατεπείγοντος καὶ τῶν ἀργυρίων ὀφλόντων συνδραμεῖν, ὅπως … κατὰ τὴν[…] ὥραν ἐξελθεῖν …υ…θῇ. ἐντυχόντες τοίνυν τῇ ὑποκειμένῃ διδασκαλίᾳ τῆς τάξεως καὶ μαθόντες τὸ αἱροῦν ὑμῖν παραχρῆμα τὴν ἀπόδοσιν τούτου ποιήσασθε, Ἰσιδώρου ὀφφικιαλίου διὰ τὴν πρόφασιν ταύτην ἀποσταλέντος. συνάγεται λόγου ναύλου θαλασσίων πλοίων ιβ ἰνδικτίονος ἀπροκρίτως ἄχρις τῆς ἀποστελλομένης δηληγατίονος κατὰ τὸν τύπον τῆς ια ἰνδικτίονος δηναρίων μυριάδας θ σμβ · Ἴβεως δηναρίων μυριάδας γ χξα , Μώθεως δηναρίων μυριάδας δ Δχοα , Τριμίθεως δηναρίων μυριάδας γ Αϡι . [3] τὸν ἀπὸ τῶν πολιτικῶν χρεωστηθέντα κανόνα ἀπὸ δ ἰνδικτίονος μέχρις δωδεκάτης προσήκει σῶον ἀποθῆναι τοῖς ταμιακοῖς λόγοις. δεξάμενος τοίνυν τὸ πρόσταγμα τῆς ἐμῆς καθοσιώσεως ἐντυχών τε τῇ διδασκαλίᾳ τῇ ὑποκειμένῃ τῆς τάξεως εὐθέως μήνυσον τῷ δικαστηρίῳ ἐν ἀποθέτῳ τυγχάνειν τὸ μέτρον τοῦτο, γιγνώσκων ὡς εἴ τις βραχεῖα γένηται ὑπέρθεσις, ἐκ τῶν ὑπαρχόντων τῶν σῶν ἀποπληρώσεις. διὰ γὰρ τὴν πρόφασιν ταύτην καὶ Ἰσίδωρος ἐκ τάξεως ὀφφικιάλιος ἀπέσταλται. τοὺς δέ γε ὑποδέκτας τοὺς ἐκ πολλοῦ ὑποδεξαμένους ἢ κατάδηλον ποίησον ἔχειν παρʼ αὑτοῖς τὸ μέτρον ἢ εἰς τὴν τάξιν ἀπόστειλον, ἐφʼ ὧτε πανταχόθεν τὸ ἀσφαλὲς ………επε ……… [4] Οὐαλερίῳ χαμαιδικαστῇ Ὀάσεως. ἦλθεν εἰς γνῶσιν τῆς ἐμῆς καθοσιώσεως, ὅτι δὴ πραγματείαν ἡγησάμενοι τοῦ πραγματευτικοῦ χρυσαργύρου τὴν πρόφασιν οἱ δοθέντες ἐπικριταὶ διπλασίονα σταθμὸν εἰσεπράξαντο παρά τε τῶν ἀπὸ τῆς πόλεως καὶ τῆς ἀγροικίας. ἐπεὶ τοίνυν προσήκει τὴν γνῶσιν τῆς ἀπαιτήσεως κατάδηλον γενέσθαι τῷ δικαστηρίῳ, φρόντισον δεξάμενος τὸ πρόσταγμα τῆς ἐμῆς καθοσιώσεως ερ………εραν ποιήσασθαι καὶ παραστῆσαι τὴν τῶν εἰσπραχθέντων αἰκίαν πρὸ τῆς ἀφίξεως τοῦ δικαστηρίου ἢ γίγνωσκε ὡς εἴ τι παραλελοιπὼς ὀφθείης τοῦτό τε κατάδηλον καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων καὶ τῶν ἐντυγχανόντων γένοιτο, ὡς λίτραν χρυσίου ταῖς ταμιακαῖς ψήφοις δοῦναι προσταχθήσει. [5] Οὐαλερίῳ χαμαιδικαστῇ Ὀάσεως. τὴν συνήθη πρόνοιαν οἱ κύριοί μου καὶ θαυμασιώτατοι ἔπαρχοι τῶν συντελεσμάτων …ι…ων καὶ πᾶσαν ἐπήρειαν περὶ τὰς γιγνομένας δημοσίας καταβολὰς ἀποκινηθῆναι τῶν συντελούντων προσέταξαν, καὶ πρόκειται μὲν ἐν τῷ δημοσίῳ τὸ περὶ τούτου ἀποσταλὲν τῆς τοσαύτης ἐξουσίας πρόσταγμα. σοὶ δὲ παρεγγυᾶ τὸ δικαστήριον ἐν ξυλίνοις δέλτοις ἐνχαράξαντι τοῦτο τῷ δημοσίῳ προθεῖναι ἐπί τε πόλεως καὶ τῶν κωμῶν τῆς ἐνορίας τῆς ὑμετέρας, ἐκείνου καταδήλου ὄντος ὡς εἰ μὴ ὀφθείης τοῦτο πεποιηκὼς πρὸ τῆς ἀφίξεως τοῦ δικαστηρίου, ὡς λίτραν χρυσίου τοῖς ταμιακοῖς λόγοις δοῦναι προσταχθήσει. διὰ γὰρ ταύτην τὴν πρόφασιν Ἰσίδωρος ὀφφικιάλιος ἐκ τάξεως ἀπέσταλται. Φλάουιος Ἄριος ἑκατόνταρχος ἐξάκτορι Ὀάσεως Ψάις ἐντυχὼν τῷ δικαστηρίῳ ᾐτιάσατο Παχοῦμιν τινα ἀπὸ τῆς ὑμετέρας χώρας συνπεῖσαι ἑαυτοῦ διαρπαγῆς ποιήσαντα διαφόρων αὑτοῦ πραγμάτων κεχρῆσθαι ?, ᾐτιάσατο δὲ καὶ Ἡλιόδωρον ἐπὶ ἀγνωμοσύνῃ μέτρου ἐλαίου. κεινηθεὶς τῇ ἐξουσίᾳ τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαουίου Ἡρακλείου πρ[…]ι[…]ι[…]… διὰ τῆς τάξεως καὶ αὐτὸν τὸν Παχῦμιν καὶ Ἡλιόδωρον προσεπαχθῆναι Κλεοβούλῳ[…]……επ…γνωσθῆναι καὶ τὴν διαίτησιν διʼ αὐτοῦ γίνεσθαι. ἐντυχὼν […]… … …… … διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ Ἰσίδωρος ὀφικιάλιος ἐκ τάξεως … ἀπέσταλται ………αι τοῖς προστεταγμένοις [… 3 lines lost …]

Connections

Found at Thebes

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.