no image
DDbDP-text
Lease offer for estate land of Marcus Antonius Pallas in the Leukopyrgites. Offer to lease, by six men of Hermopolis, of about 111 arouras of land owned by Marcus Antonius Pallas in the lower Leukopyrgite district for two years, specifying rents in barley, wheat and money for different uses of the land. Dated 6 October 121, Hermopolis. machine translation
Linked by Trismegistos ID
TM 22846.
Each record below describes this same artifact or text from a different angle.
Μάρκῳ Ἀντωνίωι Πάλλαντι
παρὰ Μηνοδώρου τοῦ καὶ Ἀμμωνίου Διοσκόρου καὶ Εὐδαίμονος Κύνος καὶ Ἑρμαίου
καὶ Μητόκου ἀμφοτέρων Εὐδήμου καὶ Δίου Ἥρωνος καὶ Διδύμου Ἀμφίονος. οἱ ἓξ
Ἑρμοπολῖται. βουλόμεθα ἑκουσίως μισθώσασθαι εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος
ϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων σοι ἐδαφῶν ἐν τῷ Λευκοπυργίτῃ κάτω περὶ Παννα… ἐκ τοῦ Πονα[…]υ τοῦ καὶ Γλαύκου ἀρούρας ρια 𐅸 ιϛ προγεωργουμένας ὑπὸ Ἑρμησίωνος Ἑρμαίου, ὧν χό εν…υ ἀρουρ … ἐκφορίου κριθῆς ἀποτάκτου ἀρταβῶν ἓξ τετάρτου καὶ τῶν ἀλλῶν ἀρουρῶν τὰς ἐν ἀναπαύματι εἰς σπορὰν πυροῦ ὑπὲρ πυροῦ μέτρῳ δημοσίῳ δοχικῷ ἀρτάβας πέντε
καὶ τὰς λοιπὰς εἰς ξυλαμὴν ἄρακος καὶ χόρτου εἰς μὲν βρῶσιν προβάτων καὶ κοίτης ἀρούρας ιβ καὶ εἰς
βρῶσιν βοϊκῶν κτήνων ἀρούρας ιγ καὶ εἰς κοπὴν τὰς λοιπὰς φόρου ἑκάστης ἀρούρης ἀνὰ ἀργυρίου δραχμὰς ιϛ
φορέτρου ὀνηλατικοῦ τῆς κριθῆς ὡς τῶν ρ … ἀρταβῆς α 𐅷, αἷς προσάγομεν ὑπὲρ ἐπιθέματος πυροῦ δημοσίῳ δοχικῷ ἀρτάβας πέντε τὰ δʼ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος ἐν τῷ Παῦνι καὶ
Ἐπεὶφ μησὶ ἐξ ἀλληλεγγύης, τὸν μὲν πυρὸν εἰς τοὺς δημοσίους θησαυρούς, τὸ δὲ ἀργύριον καὶ τὴν κριθὴν τοῖς τῆς οὐσίας οἰκονόμοις καὶ δώσομεν σπονδῆς κατʼ ἔτος ἀργυρίου
δραχμὰς δώδεκα . ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.