no image
DDbDP-text
Petizione allo stratego Dionysodoros via HGV-meta
Linked by Trismegistos ID
TM 11737.
Each record below describes this same artifact or text from a different angle.
Διονυσοδώρῳ στρατηγῷ παρὰ Σεταβοῦτος τοῦ Ἑργέως νεωτέρου τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. εὐχρήστησα Ἁρπαγάθῃ Πανεφρόμμιος τῶν ἐκ τῆς αὐτῆς κώμης κατὰ συνγραφὴν δανείου ἀργυρίου δραχμὰς τκε τόκου τοῦ σταθέντος, τοῦ Ἁρπαγάθου ὁμολογήσαντος κατὰ τὴν τοῦ δανείου συνγραφὴν μὴ ἐφάψεσθαι τῶν διδομένων αὐτῷ ἐκ τοῦ ἱεροῦ το ὑποκειμένων καὶ φιλανθρώπων δόσεως πλὴν ἢ πρότερον ἀποδῷ μοι τὸ δάνειον καὶ τοὺς τόκους. ἐν δὲ τῶι ἐνεστῶτι α ἔτει Τιβερίου Καίσαρος, τοῦ Ἁρπαγάθου σὺν πάσῃ ἀδωσιδικίᾳ μὴ βουλομένου ἐμμεῖναι τοῖς κατὰ τὴν τοῦ δανείου συνγραφὴν ὡρισμένοις δικαίοις, ἀλλὰ ἐπιχειροῦντος ἀφαρπάσαι τὰ ἐπιβάλλοντα αὐτῷ ἐκ τοῦ ἱεροῦ ὑποκείμενα καὶ φιλάνθρωπα, προσῆλθεν στρατηγῷ ἀξιῶν με στέρεσθαι καὶ ἀξιῶ, ὑποτε ταγμένος τῆς τοῦ δανείου συνγραφῆς τὸ ἀντίγραφον, ἐὰν φαίνηται συντάξαι γραφῆναι τῷ τῶν ἱερέων τῆς κώμης ἡγουμένῳ καὶ τοῖς κορυφαίοις ἄλλοις ὡς προσδεῖ ἀποδοῦναι μοι τὰ ὀφειλόμενα ὑπὸ τοῦ Ἁρπαγάθου ἐκ τῆς ἐπιβαλλούσης αὐτῷ τῶν κοινωνικῶν φιλανθρώπων μοίρης ἵνʼ ᾦ ὑπὸ σοῦ εὐεργε τημένος. εὐτύχει ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Φαμενὼθ παρὰ Σατα βοῦτος τοῦ Ἑργέως νεωτέρου τῶν ἀπὸ τῆς νήσου τοῦ Σοκνοπαίου ἱερέων Ἁρπαγάθῃ Πανεφρόμμιος μτSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.