no image
DDbDP-text
Φιλουμένη Διοκλέους Ἰουδαία μετὰ κυρίου
τοῦ αὑτῆς ἀδελφοῦ Πυθοκλέους τοῦ Διοκλέους Ἰουδαίου τῆς ἐπιγονῆς ἐμίσθωσεν
Μενεστράτωι Ἰωναθοῦ Ἰουδαίωι τῆς
ἐπιγονῆς τοῦ ὑπάρχοντος αὐτῆι
παραδείσου περὶ Σαμαρείαν τὸ τρίτον μέρος εἰς ἔτη τέσσαρα ἀπὸ μηνὸς Δαισίου
τοῦ ιϛ ἔτους φόρου κατʼ ἔτος χαλκοῦ δραχμῶν …ακοσίων, ἃς καὶ ἀπέχει τῶν τεσσάρων ἐτῶν.
ἐργαζέσθω δὲ Μενέστρατος τοῦ παραδείσου τὰ ἐφέτεια ἔργα τὰ εἰθισμένα
λαμβάνων παρὰ Φιλουμένης τοὺς καθήκοντας μισθούς, τῶν δὲ δημοσίων …[…]
αὐτὸς εἰς τὸ τρίτον μέρος[…]…γείτω.
συγγραφοφύλαξ Θεόδωρος Θεοδώρου
Ἰουδαῖος τῆς ἐπιγονῆς.
ἦν Φιλουμένη ὡς ἐτῶν ν μέση μελίχρως
στρογγυλοπρόσωπος ἔνσιμος φακὸς ὑπὸ
…[…] μήλωι δεξιῶι.
Πυθοκλῆς ὡς ἐτῶν … εὐμεγέθης μελάγχρως
κοιλόφθαλμος φακὸς τραχήλωι ἐξ ἀριστερῶν προκέφαλος.
Μενέστρατος ὡς ἐτῶν λε μέσος μελίχρως
μακροπρόσωπος φακὸς μήλωι παρὰ ῥῖνα ἐκ δεξιῶν.
Θεόδωρος ὡς ἐτῶν β[…] μέσος μελίχρως εὐθύρριν κοιλόφθαλμος.
ἐγράφη ἔτους ιϛ Δαισίου. γίνεται ε Σαμαρείας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.