Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.2.154 16. Jan. 68Karanis (Arsinoites)

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 11630. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

α[…]… Ἡρακλείδης ἐτῶν κ οὐλὴ ποδὶ ἀριστερῷ καὶ χ…ας Ἰσιδώρα ἐτῶν μ οὐλὴ καρπῷ ἀριστερῷ καὶ Φιλήμονι ὡς ἐτῶν λζ ἔτους τεσσαρεσκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Τῦβι εἰκάδι — ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρακλείδης Πεθέως τοῦ Ἡρακλείδου ὡς ἐτῶν εἴκοσι οὐλὴ ποδὶ ἀριστερῶι Φιλήμονι Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ μετώπωι μέσωι πεπρακέναι αὐτῶι Φιλήμονι κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι ἐν Καρανίδι πατρικῆς αὐλῆς ἐκ τοῦ πρὸς νότον μέρους τόπους περιτετειχισμένους ἐμβαδικοὺς πήχεις πεντακοσίους ὧν μέτρα νότου εἰς βορρᾶ πήχεις δεκαπέντε ἕκτον, λιβὸς εἰς ἀπηλιώτην πήχεις τριάκοντα τρεῖς πήχει τελείῳ ξυλικῷ τεκτονικῶι καὶ τὰ συνκύροντα πάντα ὧν γείτονες νότου ῥύμη βασιλική, βορρᾶ τοῦ Ἡρακλείδου καὶ τῶν ἀδελφῶν ἑτέρα αὐλή, λιβὸς εἴσοδος καὶ ἔξοδος κοινὴ πλάτους πηχῶν τρίων εἰς ἣν ἀνοίξει ὁ Φιλήμων θύρας καὶ θυρίδας διʼ ἧς εἰσοδεύσει καὶ ἐξοδεύσει διεγβάλλουσα εἰς νότον καὶ βορρᾶ, ἀπηλιώτου Πασοκνοπαίου τοῦ Ἁρπαήσιος τόποι καὶ ἀπέχειν τὸν ὁμολογοῦντα Ἡρακλείδην παρὰ τοῦ Φιλήμονος τὴν συνκεχωρημένην τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς διακοσίας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα Ἡρακλείδην καὶ τοὺς παρʼ αὐτοῦ τῶι Φιλήμονι καὶ τοῖς παρʼ αὐτοῦ τὴν πεπραμένην καθὼς πρόκειται αὐλὴν πάσηι βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μὴ ὑπερυποκειμένην μηδὲ προεξηλλοτριωμένην διὰ μηδένος ἀρχείου καὶ μηδὲν ἐμποιούμενον αὐτῆς μηδὲ μέρους μηδὲ τῶν ἐξ αὐτῶν τρόπῳ μηδένι μηδὲ κωλύοντα Φιλήμονα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ κατασπῶντας καὶ ἀνοικοδομοῦντας καὶ χρωμένους αὐτοῖς ὡς ἐὰν αἱρῶνται καὶ ὑποτιθέντας καὶ ἐξαλλοτριούντας ἑτέρῳ καὶ χρωμένους αὐτοῖς ὡς ἐὰν αἱρῶνται ἐὰν δὲ μὴ βεβαιοῖ ὁ Ἡρακλείδης καθὼς πρόκειται ἀποτισάτω τὰ βλάβη καὶ ἀνηλώματα καὶ ἐπίτιμα δραχμὰς χιλίας καὶ τὸν δημόσιον τὸ ἴσον καὶ μηδὲν ἧσσον παροῦσα δʼ ἡ τοῦ Ἡρακλείδου μήτηρ Ἰσιδώρα Διονυσίου ἐτῶν μ οὐλὴ καρπῷ ἀριστερῷ μετὰ κυρίου αὐτοῦ Ἡρακλείδου εὐδοκεῖ. ὑπογραφεὺς Κόραξ Ἀπολλωνίου ἐτῶν λζ μήλῳ δεξιῷ Ἡράκλειτος Πεθέως τοῦ Ἡρακλείτου ὁμολογῶ πεπρακέναι Φιλήμονι Πτολεμαίου κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῆς ὑπαρχούσης μοι ἐν Καρανίδι πατρικῆς αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους τόπους περιτετειχισμένους ἐμβαδικοὺς πήχεις πεντακοσίους ὧν μέτρα ἐπὶ βορρᾶ πήχεις δεκαπέντε ἕκτον λιβὸς ἐπ’ ἀπηλιώτην πήχεις τριάκοντα τρεῖς τελείῳ ξυλικῷ τεκτονικῷ καὶ τὰ συνκύροντα πάντα γείτονες νότου ῥύμη βασιλική, βορρᾶ ἐμαυτοῦ Ἡρακλείτου καὶ τῶν ἀδελφῶν αὐλή, λιβὸς εἴσοδος καὶ ἔξοδος καινὴ πλάτους πηχῶν τρίων εἰς ἣν ἀνοίξει ὁ Φιλήμον θύρας καὶ θυρίδας διʼ ἧς ἐξοδεύσει καὶ ἐξοδεύσει διεκβάλλουσα εἰς νότον καὶ βορρᾶ, ἀπηλιώτου Πασοκνοπαίου τοῦ Ἁρπαήσιος τόποι καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς διακοσίας διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον εὐδοκεῖ δὲ ἡ μήτηρ Ἰσιδώρα Διονυσίου μετὰ κυρίου ἐμαυτοῦ Ἡρακλείτου καθὼς πρόκειται ἔγραψα ὑπὲρ αὐτῶν Κόραξ Ἀπολλωνίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Φιλήμων Πτολεμαίου ἠγόρακα καθὼς πρόκειται. ἔτους ιδ Νέρωνος Κλαυδίου Καίσαρος ΣεβαστοῦΓερμανικοῦ Αὐτοκράτορος μηνὸς Τῦβι εἰκάδι ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου

Connections

Found at Karanis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.