no image
DDbDP-text
Amtliche Korrespondenz via HGV-meta
Linked by Trismegistos ID
TM 20103.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἀντίγραφον χειρογράφου
Πτολεμαῖος Πτολεμαίου Χαιρήμονι Ἀνδρομάχου τοῦ καὶ Διοσκόρου τοῦ Χαιρήμονος Ἀγαθοδοτείῳ τῷ καὶ Ἀλθαιεῖ βασιλικῷ
γραμματεῖ Διοπολείτου μικροῦ[…]… χαίρειν. ὁμολογῶ γραμματεύσειν σε καὶ παρέξεσθαι […]εις πρὸς τὴν τῇ αἰτίᾳ
[…]ν γραμματεῖς καὶ ἀπαιτεῖν τὸν τοῦ νομοῦ
[…]στρατηγὸν καὶ πᾶσι τοῖς καθήκουσι κατʼ ἄνδρα μηνιαίοις καὶ ἐν κεφαλαίῳ λόγοις, ἔτι δὲ καὶ καταχωριεῖν εἰς
[…] λογιστήρια καὶ τὴν ἐν Πατρικοῖς βιβλιοθήκην
τὰ τῆς τάξεως βιβλία, ὁμοίως δὲ καὶ εἰς τὴν ἐπὶ τόπων
βιβλιοθήκην τὰ ἀντίγραφα ὠς ἐκελεύσθη, ἐμοῦ τοῦ
[…] χορηγοῦντος πάντας τοὺς δαπανηθησομένους χάρτας καὶ πάσας τὰς δαπάνας τοῦ διαλογισμοῦτοῦ νομοῦ καὶ τὰς […]τίας πάσας τῆς τάξεως[…]…τι παρ[…] ἀπὸ μηνὸς Γερμανικείου
τοῦ θ ἔτους ἕως μηνὸς Νερωνείου τοῦ ι ἔτους Αὐτοκράτορος Καίσαρος
Οὐεσπασιανοῦ Σεβαστοῦ[…]αντου[…]
[… 1 line lost …]
[…]του λε[…]
[…]η αὐτοῦ φ[…]
[…]γραμματευ[…]
[…]τέρου τ[…]
[…]δοκεῖ τα[…]
[…]ήσω ου[…]
[…]…ους ἀνηκον[…]…ω…
[…]σομένους τ…[…]υδια
[…]εμμα[…] διαλογισμῶι
[…]πάντα τὰ προγεγραμμένα
[…] ὑπὲρ ἐπιδόσεως τῶν
[…]ὀφειλοντ[…] παραγραφῆναι
[…]ἀσφαλείας ἕνεκα αὐτὸς ἐγὼ
[…]βεβαιώσωι. ἡ χεὶρ ἥδε κυρία
ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένη.
ἔτους θ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ
Σεβαστοῦ Φαρμοῦθι η Σεβαστῇ.
ἀντίγραφον ἐνγυήσεως
ὁ δεῖνα Πτολεμαίου Χαιρήμονι Ἀνδρομάχου
τοῦ καὶ Διοσκόρου τοῦ Χαιρήμονος Ἀγαθοδοτείῳ
τῷ καὶ Ἀλθαιεῖ βασιλικῷγραμματεῖ Διοπολείτου μικροῦ
[…]χαίρειν. ὁμολογῶ ἐνγυᾶσθαι τὸν ὁμοπάτριον
καὶ ὁμομήτριον μου ἀδελφὸν Πτολεμαῖον γραμματεύσοντά σε ……[…]…
[… 1 line lost …]
[2]
χειρογράφῳ ἐπὶ τῆς ἐνεστώσης ἡμέρας, ἐὰν δὲ μὴ ποιῇ
ἢ παραβῇ …[…]…ητινι… ἔγραψ…[…]…… ἐγὼ αὐτὸς ………
ἔσομαι. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῇ ὡς ἐν δημοσίῳ
κατακεχωρισμένη. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος
Οὐεσπασιανοῦ Σεβαστοῦ Φαρμοῦθι κ Σεβαστῷ.
ἔστιν δέ, ὡς δέον ἐστί σε ἐπιστεῖλαι
τῶι μελλήσοντί με γραμματεύειν ὡς ὑπόκειται·
Ἀπολλώνιος Ἀπολλωνίου φροντιστὴς Χαιρήμονος τοῦ Ἀνδρομάχου
τοῦ καὶ Διοσκόρου τοῦ Χαιρήμονος Ἀγαθοδοτείου τοῦ καὶ
Ἀλθαιέως βασιλικοῦ γραμματέως Διοπολείτου μικροῦ Θηβαίδος τινί
τινὸς τραπεζίτηι χαίρειν.χρημάτισον τινί τινὸς γραμματεῖ αὐτοῦ
τοῦ προγεγραμμένου Χαιρήμονος εἰς λόγον σαλαρίου
ἀκολούθως ᾧ ἀπέσχον αὐτοῦ χειρογράφωι ἐπὶ λόγου
ἀργυρίου δραχμὰς ϡ. ἔτος μῆνα ἡμέραν.
τελειωθέντων τούτων ὥς σοι προέγραψα
ἀκολούθως πᾶσι τὸ χειρόγραφον τό τε αὐτοῦ
τοῦ γραμματέως καὶ τοῦ ……του
ἐγγυητοῦ δὲ ὁμοίως καὶ τὸ τῆς τραπέζης ἀντίγραφον
διαγραφῆς συνελίξας τὰ τρία […]…φανω ἐμοὶ
πέμψον σὺν ἑνὶ τῶν ἐμῶν
ἀντίγραφον ἀπὸ ἀντιγράφου διαγραφῆς. διὰ τῆς Λεωνίδου
τραπέζης Μακεδόνων ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ
Φαρμοῦθι γ. Χαιρήμων Διοσκόρου τοῦ καὶ Ἀνδρομάχου Ἀγαθοδότιος
ὁ καὶ Ἀλθαιεὺς Τασουχίῳ Σεμβᾶ μετὰ κυρίου τοῦ τῆς θυγατρὸς αὐτῆς
Ταμύσθας ἀνδρὸς ὄντος δὲ καὶ συνγενοῦς Διοσκόρου τοῦ Σωγένους εἰς λόγον ἐνοικίου ἐξέδρας, εἰς ἣν ἐνκλείσι χόρτον, καὶ
αὐλῆς, εἰς ἣν ἐνκλείσι ὄνους, ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς
Φαρμοῦθι ἐπὶ ἐνιαυτὸν ἕνα ἐνοικίου ὅλου τοῦ χρόνου ἀργυρίου
δραχμῶν ἐνενήκοντα ἓξ ἔχει ἀργυρίου δραχμὰς μη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.