no image
DDbDP-text
Δάμων Ἡρακλεώτης τῶν[…] τῆς ε ἱππαρχίας ἑκατοντάρουρος
ὁμολογεῖ ἔχειν παρὰ Διοδώρας τῆς Ἀσκληπιάδου Πελλαίας μετὰ κυρίου τοῦ αὐτῆς υἱοῦ Δημητρίου τοῦ Σατύρου Ἀλεξανδρέως τῆς ἐπιγονῆς
τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Περσείδην
φερνὴν αὐτῆς Διοδώρας χαλκοῦ δραχμὰς χιλίας. θέσθω
δὲ Δάμων Διοδώραι συγγραφὴν συνοικεσίου εἰς
τὸ δημόσιον[…] γάμος ὕστερ[…]ἐν ἡμέραις τριάκοντα. τὰ δʼ ἐσόμενα ἀνηλώματα εἰς τὴν τοῦ συνοικεσίου συγγραφὴν δότωσαν κοινῆι. …[…]
…[…]…[…]…[…]…[…]
τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Κράτης Διονυσοδώρου
Φιλαδέλφειος τῶν Σ[…]…τωνος ξεναγὸς κληροῦχος.
ἦν Δάμων ὡς ἐτῶν … εὐμεγέθης μελίχρως οὐλὴ μέσωι
μετώπωι …π…ς…[…]….
Διοδώρα ὡς ἐτῶν μϛ μέση λευκόχρως στρογγυλοπρόσωπος οὐλὴ μέσωι
μετώπωι ὑπὸ τρίχα φακὸς ἐπὶ μήλωι δεξιῶι.
Δημήτριος ὡς ἐτῶν κ μέσος μελίχρως εὐθύρριν οὐλὴ ὑπογενείωι.
Ἡγητορίδης ὡς ἐτῶν κβ μέσος μελίχρως οὐλὴ ἐπὶ μήλωι
ἀριστερῶι.
Κράτης ὡς ἐτῶν π μέσος μελίχρως οὐλὴ μετώπωι ἐκ δεξιῶν
ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.