no image
DDbDP-text
Διοδώρα Ἀσκληπιάδου Πελλαία μετὰ κυρίου τοῦ αὐτῆς
υἱοῦ Δημητρίου τοῦ Σατύρου Ἀλεξανδρέως τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Περσείδην
ὁμολογεῖ ἐκκεχωρηκέναι Ἀσκληπιάδηι τῶι Ἀσκληπιάδου Πελλαίωι τῆς ἐπιγονῆς μετʼ ἐπιτρόπου Δημητρίου τοῦ Ἀσκληπιάδου Πελλαίου τῆς ἐπιγονῆς οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων ἅ εἰσιν ἐν Λυσιμαχίδι τῆς Πολέμωνος μερίδος, ἃ κατέλιπεν τελευτῶν
Ἀσκληπιάδηι ὁ Διοδώρας ἀδελφὸς φιλοφ[…]
πάντα χρόνον. συγγραφοφύλαξ Κράτης
Διονυσοδώρου Φιλαδέλφειος τῶν Σ…τωνος
ξεναγὸς κληροῦχος.
ἦν Διοδώρα ὡς ἐτῶν μϛ εὐμεγέθης λευκόχρως
στρογγυλοπρόσωπος οὐλὴ μέσωι μετώπωι ὑπὸ
τρίχα φακὸς ἐπὶ μήλωι δεξιῶι.
Δημήτριος ὡς ἐτῶν κ μέσος μελίχρως εὐθύρριν
οὐλὴ ὑπὸ γένειον.
Ἀσκληπιάδης ὡς ἐτῶν ι μελίχρως στρογγυλοπρόσωπος.
Δημήτριος ὡς ἐτῶν ν εὐμεγέθης μελάγχρως
οὐλὴ ὑπʼ ὀφρῦν ἀριστερὰν φακὸς
παρὰ τράχηλον ἐξ ἀριστερῶν.
Κράτης ὡς ἐτῶν π μέσος μελίχρως οὐλὴ μετώπωι ἐκ δεξιῶν.
ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου. γίνεται γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.