no image
DDbDP-text
Πρωτέας Σώσου Κώιος τῆς ἐπιγονῆς ἀπέδοτο Ὀλυμ πιάδι Ὀλυμπίχου Μακέται μετὰ κυρίου τοῦ αὐτῆς ἀνδρὸς Ἀντιπάτρου τοῦ Ἀθηνοδώρου τῆς ἐπιγονῆς οἴνου χοέας ἑπτακοσίους πεντήκοντα τιμῆς τὸν χοέα χαλκοῦ δραχμῶν τεσσάρων, ἃς ἀπέχει χαλκοῦ δραχμὰς τρισχιλίας. ἀποδότω δὲ Πρωτέας Ὀλυμπιάδι τὸν οἶνον ἐν πέντε μησὶν ἀπὸ μηνὸς Πανήμου τοῦ ιϛ ἔτους ἐκ τοῦ αὐτοῦ οἴ νου τοῦ ἀμπελῶνος τοῦ ὄντος περὶ οἶνον ἀρεστὸν μέτροις Ἀρσινοϊκοῖς προσμετρῶν ἑκάστωι χοεῖ κοτύλας δύο, κέραμον δὲ αὐτῶι Ὀλυμπιάδος παρεχομένης. συγγραφοφύλαξ Ἀττινᾶς Καλλιφάνους Αἴνιος τῆς ἐπιγονῆς. ἦν Πρωτέας ὡς ἐτῶν ν μέσος μελίχρως στρογγυλοπρόσωπος ἀνα φάλανθος Ὀλυμπιὰς ὡς ἐτῶν με μέση μελίχρως στρογγυλοπρόσωπος οὐλὴ μετώπωι μέσωι. Ἀντίπατρος ὡς ἐτῶν νβ μέσος μελίχρως μακροπρόσωπος ἐπίγρυ πος ἀναφάλανθος οὐλὴ ὀφρύι ἀριστερᾶι. Ἀττινᾶς ὡς ἐτῶν μ εὐμεγέθης μελίχρως στρογγυλοπρόσωπος ἀναφάλανθος οὐλαὶ μετώπωι πλείους. ἐγράφη ἔτους ιϛ Πανήμου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.