no image
DDbDP-text
Μέλαςμεγας Πτολεμαίου Μυσὸς τῆς ἐπιγονῆς ὁμολογεῖ ἔχειν παρὰ Φιλοναύτου τοῦ Καλλικράτους Ἀχαιοῦ τῆς ἐπιγονῆς χαλκοῦ δραχμὰς ἑξακοσίας τιμὴν τοῦ ὑπάρ χοντος αὑτῶι ψιλοῦ τόπου καὶ τοῦ ἐν αὐτῶι οἰκήμα τος τοῦ ὄντος ἐν κώμηι Ταλί. δότω δὲ Μέλαςμεγας Φιλοναύ τηι ὠνὴν ἐν τῶι δημοσίωι ἐν ἡμέραις δέκα ἀφʼ ἦς ἂν αὐτῶι προείπηι Φιλοναύτης τὰ δʼ ἀνηλώματα τὰ εἰς τὴν ὠνὴν Φιλοναύτου τασσομένου. συγγραφοφύλαξ Διονύσιος Λατου Μακεδὼν τῆς ἐπιγονῆς. ἦν Μέλας ὡς ἐτῶν λϛ μέσος λευκόχρως οὐλὴ ὀφρύι δεξιᾶι Φιλοναύτης ὡς ἐτῶν κ μέσος μελίχρως στρογγυλοπρόσωπος Διονύσιος ὡς ἐτῶν μέσος μελίχρως μακροπρόσωπος ἀναφάλαν θος οὐλὴ ἐγράφη ἔτους ιϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.