no image
DDbDP-text
Offre de prise à bail d'une maison appartenant à la ville via HGV-meta
Linked by Trismegistos ID
TM 22998.
Each record below describes this same artifact or text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως
τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς
καὶ σεμνοτάτης διʼ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ
στρατιῶν γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς
πόλεως καὶ ὡς χρηματίζει,
παρὰ Αὐρηλίου Ἑρμοῦ Τατήριος
Ἑρμοπολίτου ἀναγραφομένου
ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου· βούλομαι
ἑκουσίως μισθώσασθαι ἐκ τοῦ πολιτικοῦ λόγου ἐπʼ ἔτη δύο ἀπὸ τοῦ
ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος
ιδ ἔτους οἰκίαν μονόστεγον καινὴν
ἐν Ἑρμουπόλει ἐπὶ πόλεως ἀπηλιώτου
πρὸς τῇ καμάρᾳ ὑπὸ στοὰν νοτίνην Ἀντινοιτικῆς πλατείας εἰς οἴκησίν
μου καὶ τῶν παρʼ ἐμοῦ, ἐνοικίου
ἑκάστου μηνὸς δραχμῶν ὀκτὼ
ἃς ἀποδώσω καθʼ ἕκαστον
μῆνα ἀνυπερθέτως καὶ ἐν τέλει τοῦ χρόνου παραδώσω σὺν
θύραις ὥσπερ παρείληφα ἐπιθέματος δὲ γινομένου ἐξὸν ἑτέροις μεταμισθοῦν· ἐπερωτηθεὶς ὡμολόγησα.ἔτους ιδ
Αὐτοκράτορος Καίσαρος
Πουπλίου Λικιννίου Γαλλιηνοῦ
Γερμανικοῦ Μεγίστου Περσικοῦ
Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Ἁθὺρ ιγ Αὐρήλιος
Ἑρμῆς Τατήριος μεμίσθωμαι
ὡς πρόκειται· Αὐρήλιος Κοπρῆς ἔγραψα ὑπὲρ αὐτοῦ
φάσκοντος μὴ εἰδέναι γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.