no image
DDbDP-text
Linked by Trismegistos ID
TM 18421.
Each record below describes this same artifact or text from a different angle.
ἐμέτρησεν καὶ ἐνεβάλετο ὑπὲρ κώμης Ἀφροδίτης διὰ τῶν πρωτοκωμητῶν τῆς αὐτῆς κώμης
διὰ Βίκτορος πρεσβυτέρου καὶ Ἀπολλῶτος καὶ Σενουθίου ὑπέρ τε αὐτῶν κτήσεως καὶ διαφόρων κτητόρων
τῆς αὐτῆς κώμης εἰς πλοῖα μοναστηρίου Μετανοίας διὰ τοῦ θεοσεβεστάτου ἀββᾶ
Θεοδοσίου προεστῶτος διὰ τῶν θεοσεβεστάτων ἀββᾶ Ἀναστασίου καὶ ἀββᾶ Ἰσχυρίωνος μοναζόντων καὶ διακονητῶν τῆς Ἀνταιοπολιτῶν πόλεως ὑπὲρ ἐμβολῆς τῆς αὐτῆς κώμης κανόνος ἕκτης
ἰνδικτίονος σίτου ἀρτάβας πεντακισχιλίας ἑπτακοσίας πεντήκοντα ἐννέα
σὺν ναύλοις καὶ ἑκατοσταῖς καὶ εἰκοσταῖς, γίνονται σίτου ἀρτάβαι Εψνθ μόναι. καὶ εἰς ὑμῶν ἀσφάλειαν
καὶ τοῦ δημοσίου πεποίημαι ταύτην τὴν ἀπόδειξιν ὡς πρόκειται. Ἀναστάσιος καὶ ἀββᾶ Ἰσχυρίων
διακονηταὶ διὰ ἐμοῦ Τιμοθέου γραμματέως τῆς αὐτῆς κώμης πεποιήμεθα τὴν ἀπόδειξιν
τῶν τοῦ σίτου ἀρταβῶν πεντακισχιλίων ἑπτακοσίων πεντήκοντα ἐννέα ὡς πρόκειται. ἐγράφη Θωθ … ἰνδικτίονος ϛ.
ἐμέτρησεν καὶ ἐνεβάλετο ὑπὲρ κώμης Ἀφροδίτης διὰ τῆς θαυμασιότητος τῶν πρωτοκωμητῶν
τῆς αὐτῆς κώμης, διὰ Ἀπολλῶτος καὶ Βίκτορος καὶ Σενουθίου ὑπέρ τε αὐτῶν κτήσεως καὶ διαφόρων
κτητόρων τῆς αὐτῆς κώμης εἰς πλοῖα τοῦ μοναστηρίου Μετανοίας τῆς μεγαλοπόλεως
Ἀλεξανδρείας, διὰ τῶν θεοφιλέστατων ἀββᾶ Ἀναστασίου καὶ Ἀναστασίου μοναζόντων καὶ διακονητῶν
τῆς Ἀνταιοπολιτῶν ὑπὲρ ἐμβολῆς τῆς αὐτῆς κώμης κανόνος ἑβδόμης ἰνδικτίονος
σίτου καθαροῦ ἀρτάβας πεντακισχιλίας ἑπτακοσίας πεντήκοντα ἐννέα
σὺν ναύλοις καὶ ἑκατοσταῖς καὶ εἰκοσταῖς, γίνονται σίτου κανόνος ἀρτάβαι Εψνθ μόναι. καὶ εἰς ὑμῶν ἀσφάλειαν
καὶ τοῦ δημοσίου πεποίημαι τὴν ἀπόδειξιν ὡς πρόκειται. Ἀναστάσιος καὶ Ἀναστάσιος διακονηταὶ
διὰ ἐμοῦ Τιμοθέου γραμματέως τῆς αὐτῆς κώμης πεποιήμεθα τὴν ἀπόδειξιν τῶν σίτου ἀρταβῶν
πεντακισχιλίων ἑπτακοσίων πεντήκοντα ἐννέα καὶ τοῦ ναύλου ὡς πρόκειται. ἐγράφη Μεσορη ϛ
ἰνδικτίονος ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.