no image
DDbDP-text
Letter of the procurator of imperial estates requesting soldiers for tax collection. Official letter from Flavius Makarios, procurator of the imperial estates, to Flavius Abinnaeus, commander of the fort at Dionysias in the Fayum. Citing orders of the dux Flavius Felicissimus, he demands soldiers to help collect imperial dues and threatens to report Abinnaeus if he refuses. It dates to about AD 345-350. machine translation
Linked by Trismegistos ID
TM 10027.
Each record below describes this same artifact or text from a different angle.
[r]
Φλαούιος Μακάριος διασημότατος ἐπίτροπος δεσποτικῶν κτήσεων
Φλαουίῳ Ἀμιννέῳ πραιφέκτῳ κάστρων Διονυσιάδος
χαίρειν.
ἡ ἐξουσία τοῦ κυρίου μου Φλαουίου Φηλικισσίμου τοῦ
διασημοτάτου κόμιτός τε καὶ δουκὸς προνοίαν ποιουμένη τοῦ δεσποτικοῦ οἴκου προσέταξεν
τῇ ἐμῇ ἐπιμελείᾳ βοήθειαν στρατιωτικὴν
παρασχεθῆναι εἰς τὴν ἀπαίτησιν τῶν δεσποτικῶν κανόνων ἐκ τῶν ὑπὸ τὴν σὴν φροντίδα στρατιωτῶν. σπούδασον οὖν κατὰ
τὰ γραφέντα σοι ὑπὸ τοῦ αὐτοῦ κυρίου μου
τοῦ διασημοτάτου δουκὸς στρατιώτας ἀποστεῖλαι
εἰς τὴν αὐτὴν ἀπαίτησιν διὰ τοῦ ἀποσταλέντος ὀφφικιαλίου ὑπό τε τοῦ αὐτοῦ κυρίου μου
τοῦ διασημοτάτου δουκὸς οὐ μὴν ἀλλὰ καὶ τοῦ κυρίου
μου τοῦ διασημοτάτου καθολικοῦ, γιγνώσκων
ὡς εἰ μὴ βουληθείης τούτους ἀποστεῖλαι ἀνενεχθήσεται εἰς γνῶσιν τοῦ αὐτοῦ κυρίου μου
δουκὸς ὡς σου τὴν ἀπαίτησιν τοῦ δεσποτικοῦ οἴκου ἐνεδρεύσαντος. ἐρρῶσθαί σε, κύριε
ἄδελφε, πολλοῖς χρόνοις
εὔχομαι.
[v]
Φλαούιος Μακάριος Φλαουίῳ Ἀμιννέῳ πραιποσίτῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.