no image
DDbDP-text
Repayment of a Loan via HGV-meta
Acknowledgment of repayment of a loan between priestly brothers at Soknopaiou Nesos. A registered acknowledgment from Soknopaiou Nesos in which Pakysis, a priest of the god Soknopaios, confirms that his full brother Panephrimis has paid him 120 drachmas, the balance of a 420-drachma loan made the previous year. He returns the loan contract for cancellation and waives all further claims. machine translation
Linked by Trismegistos ID
TM 10095.
Each record below describes this same artifact or text from a different angle.
ἐντέτακται διὰ τοῦ ἐν κώμῃ Σοκνοπαίου Νήσῳ
γραφείου.
ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ, μηνὸς Ἀπελλέου Φαῶφι ζ, ἐν τῇ Σοκνοπαίου
Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ
Πακῦσις Στοτοήτεως πρεσβυτέρου τοῦ Πανεφρίμεως ἱερεὺς
πρώτης φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν μα
οὐλὴ βραχίωνι ἀριστερῶι τῷ ἑαυτοῦ ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῷ Πανεφρίμι ὡς ἐτῶν μα οὐλὴ δακτύλῳ μίκρῳ
χειρὸς ἀριστερᾶς ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα
παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι αἵ εἰσιν λοιπαὶ ὧν ὤφειλεν αὐτῷ ὁ ἀδελφὸς Πανεφρίμις καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ τοῦ
αὐτοῦ γραφείου τῷ διεληλυθότι ιβ ἔτει Ἁδριανοῦ Καίσαρος
τοῦ κυρίου μηνὶ Ἁθὺρ δωδεκάτῃ ἀργυρίου δραχμῶν
τετρακοσίων εἴκοσι ἣν καὶ ἀναδέδωκεν αὐτῷ
τὴν ὁμολογίαν εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μηδὲν τὸν ὁμολογοῦντα Πακῦσιν μηδὲ τοὺς παρʼ αὐτοῦ
ἐνκαλεῖν τῷ ἀδελφῷ Πανεφρίμι μηδὲ τοῖς παρʼ αὐτοῦ
περὶ ὧν ἀπέχει καθότι πρόκιται μηδὲ περὶ ἄλλου τινὸς
ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράφου ἀπὸ τῶν
ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας
τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ.
ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ὀννόφρις
Ὀννόφρεως ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ
μετώπῳ ἐξ ἀριστερῶν τοῦ δὲ ἄλλου Πανεφρίμις Στοτοήτεως ὡς ἐτῶν[…]οὐλὴ[…]ψι δεξιᾷ …[…]…
Πακῦσις Στοτοήτεως ὁμολογῶ ἀπέχειν
παρὰ σοῦ ἀδελφοῦ Πανεφρίμιος τὰς
προκιμένας ἀργυρίου δραχμὰς ἐκατὸν
εἴκοσι αἵ εἰσι λοιπαὶ ὧν ὤφειλεν μοι
[…]ἀργυρίου δραχμῶν τετρακοσίων εἴκοσι καὶ οὐδὲν ἐνκαλῶ ὑπὲρ οὐδενὸς ὡς πρόκιται. Ὀννῶφρις ἔγραψα
ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Πανεφρίμις[…]…απ[…]επι[…]
[…]Πανεφρίμις ἔγραψα ὑπὲρ
αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.