no image
DDbDP-text
Application for a Lease via HGV-meta
Offer to lease land near Euhemeria from a minor. An offer by Aphrodisios son of Akousilaos to lease for two years 11 arouras near Euhemeria belonging to the minor Heron, represented by his guardian and mother, for an annual rent of 40 artabas of wheat. It sets out the farming duties, crop rotation, division of charges and conditions of return. Written in the Arsinoite nome in November 159. machine translation
Linked by Trismegistos ID
TM 10115.
Each record below describes this same artifact or text from a different angle.
Ἥρωνι Σαραπίωνος ἀφήλικι μετʼ ἐπιτρόπου Ἰσχυρίωνος
τοῦ Ἡρώδου, ἐπακολουθούσης τῆς τοῦ ἀφήλικος μητρὸς Ἡρωίδος,
παρὰ Ἀφροδισίου τοῦ Ἀκουσιλάου ἀπὸ τῆς μητροπόλεως.
βούλομαι μισθώσασθαι τὰς ὑπαρχούσας τῷ Ἥρωνι
περὶ κώμην Εὐημερείαν γῆς ἀμπελίτιδος ἀρούρας ἕνδεκα
ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος
κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος
τῶν ὅλων ἀρουρῶν ἀσπερμεὶ πυροῦ ἀρταβῶν τεσσαράκοντα μέτρῳ δρόμῳ τετραχοινίκῳ ἀνυπολόγων
καὶ ἀκινδύνων, καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα χωματισμοὺς
ποτισμοὺς ὑποσχισμοὺς διβολήτους ἀναβολὰς διωρύγων
κατασπορὰς βοτανισμοὺς καὶ τὰ ἄλλα ὅσα καθήκει
ἐκ τοῦ ἰδίου τοῖς δεοῦσι καιροῖς, βλάβος μηδὲν ποιῶν,
σπείρων τὰς ἀρούρας τῷ μὲν πρώτῳ ἔτει οἷς ἐὰν
αἱρῶμαι γένεσι πλὴν κνήκου, τῷ δὲ δευτέρῳ ἔτει τὸ
μὲν ἥμισυ μέρος πυρῷ τὸ δὲ λοιπὸν ἥμισυ γένεσι ἀναπαύματος, τῶν κατʼ ἔτος δημοσίων φορέτρων ὄντων
πρὸς ἐμὲ τὸν Ἀφροδίσιον, τῶν δὲ ἄλλων δημοσίων πάντων
πρὸς τὸν Ἥρωνα. καὶ τὸ κατʼ ἔτος ἐκφόριον ἀποδώσω
μηνὶ Παῦνι νέον καθαρὸν ἄδολον ἄκριθον ἐν
κώμῃ Θεαδελφείᾳ, καὶ μετὰ τὸν χρόνον παραδώσω
τὰς ἀρούρας ἀπὸ συνκομιδῆς τῶν σπαρησομένων
ὡς πρόκειται καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης
πάσης, ἐὰν φαίνηται μισθῶσαι.
Ἀπφροδίσιος ὡς ἐτῶν μ οὐλὴ μετώπῳ μέσωι.
ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.