no image
DDbDP-text
Steuersubjektsdeklaration aus Tebtynis via HGV-meta
Census return of Isidora daughter of Orseus, with her slaves. A census return submitted in AD 189 by Isidora of Tebtynis, acting with a guardian, to the nome and village officials. She declares the houses she inherited from her parents and registers herself and her slaves, several of whom are listed as runaways; the laographoi acknowledge receipt. machine translation
Linked by Trismegistos ID
TM 10195.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἥρωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Διονυσάμμωνι
βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Πολέμωνος μερίδος καὶ Πανεσνεῦτι κωμωγραμματεῖ Τεπτύνεως καὶ Διδύμῳ καὶ Δίῳ λαογράφοις τῆς αὐτῆς κώμης
παρὰ Ἰσιδώρας Ὀρσέως πρεσβυτέρου Ὀρσέως μητρὸς Ἠσᾶτος
τῆς Παεῦτος ἀπὸ κώμης Τεπτύνεως μετὰ κυρίου Πακήβκεως Αὐνείου τοῦ Ὀρνόφρεως. ὑπάρχει μοι ἐν τῇ αὐτῇ κώμῃ
Τεπτύνει πατρικὰ καὶ μητρικὰ οἰκόπεδα· πατρικὰ μὲν οἰκίαι
δύο , ἐν αἷς καμάραι καὶ αἴθριον καὶ αὐλαὶ καὶ ἕτερα χρηστήρια
καὶ εἴσοδος καὶ ἔξοδος, καὶ ἀπὸ βορρᾶ τούτων ἑτέρα οἰκία
καὶ αὐλὴ καὶ ἕτερα χρηστήρια καὶ εἴσοδος καὶ ἔξοδος· μητρικὰ δὲ ἐν ἄλλῳ τόπῳ καμάρας δύο σὺν τοῖς ἐπάνω καὶ αἰθρίου καὶ αὐλῆς καὶ ψιλοὺς τόπους, ἐν ᾧ οἰκίδιον καὶ εἴσοδος
καὶ ἔξοδος· ἐν οἷς ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους
Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου
κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς προκιμένης κώμης.
καί εἰμι Ἰσιδώρα ἐτῶν ϛ[…], καὶ δουλικά μου σώματα· Φιλουμένην ἐτῶν με καὶ ταύτης ἔγγονα Διοσκοροῦν
ἐτῶν η καὶ Ἀθηνάριον ἐτῶν δ, καὶ ἑτέραν δούλην Ἐλεφαντίνην
ἔγγονα Δημητρίας ἐτῶν κ καὶ ἔγγονα Εὐδαιμονίδα ἐτῶν ε
καὶ Ἰσαροῦν ἔτους α, καὶ ἄλλην δούλην Ἑλένην οὖσαν ἐν δρασμῷ ἐτῶν ξη καὶ Ἀμμωνάριον ἐτῶν μβ καὶ Ἡράκλειαν ἐτῶν λη
ὁμοίως ἐν δρασμῷ. διὸ ἐπιδίδωμι. ἔτους κθ Αὐρηλίου
Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου
Μεσορὴ κθ. Δίδυμος καὶ Δεῖος λαογράφοι διʼ ἐμοῦ Διδύμου
ἔσχον τούτου τὸ ἴσον ἄχρι ἐξετάσεως.
[v]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.