Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.berl.leihg.1.17
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον ἀπογραφῆς. Ἱέρακι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Τιμαγένει βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Διδύμωι τῷ καὶ Πατάλῳ καὶ Πτολεμαίωι γραμματεῦσι μητροπόλεως καὶ ἀμφοδάρχῃ καὶ λαογράφῳ ἀμφόδου Μοήρεως παρὰ Ἡρώδου Φιλαδέλφου τοῦ Ἡρώδου μητρὸς Θερμουθαρίου ἀδελφὴ πατρὸς ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Μοήρεως. ὑπάρχει τοῖς ἐπιτροπευομένοις ὑπʼ ἐμοῦ Σερήνωι τῷ καὶ Ἑρμείᾳ καὶ Ἡρακλείδηι ἀμφοτέροις Δείου τοῦ Ἡρακλείδου ἐπʼ ἀμφόδου Θεσμοφορίου οἰκία, ἐν ᾗ προσ απογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφὴνἀπογραφη ἐπʼ ἀμφόδου Μοήρεως, ἐφʼ οὗ καὶ τῇ τοῦ θ ἔτους θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφῇἀπογραφην ἀπεγραψάμεθα ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Μοήρεως. καί ἐσμεν Ἡρώδης ὁ προγεγραμμένος ἐτῶν λα ἄσημος, καὶ τὸν γενόμενόν μοι ἐκ τῆς γενομένης καὶ ἀποπεπλεγμένηςἀποπελεγμένης γυναικός μου οὔσης ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφῆς μου Ζωϊδοῦτος υἱὸν Σαραπίωνα τὸν καὶ ἙρμίανἙρμια ἐτῶν η οὐλὴ ὀφρύει ἀριστερᾷ μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγεννημένοις, καὶ τούτου δουλικὰ σώματα ὠνητὰ τῷ κβ ἔτει θεοῦ Ἀντωνείνου Ἀπολλωναρίου Χαιρήμονος τοῦ Ἥρωνος ἀπὸ ἀμφόδου Μοήρεως Παλαιστρικὴν ἐτῶν λγ οὐλὴ γαστροκνημίωνι δεξιᾷδεξιαν, καὶ ταύτης ἔγγονον Ἀμμώνιον ἐτῶν ε ἄσημον μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγεννημένοις, καὶ τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους μου ἀδελφοὺς ἸσχυρίωναἸσχυριων ἐτῶν με ἄσημον καὶ Ἀφροδίσιον ἐτῶν λγ ἄσημον, καὶ θηλείας Θερμουθάριον ἐτῶν μζ ἄσημον καὶ Ζωϊδοῦνζωιδουτος ἐτῶν κθ ἄσημον, καὶ τὴντη τοῦ Ἰσχυρίωνος γυναῖκα Δημάριον Διοδώρου τοῦ Πολυδεύκους μητρὸς Σαμβοῦτος ἐτῶν λε, καὶ ἐξ ἀμφοτέρων θυγατέρας ἙλένηνἙλενης ἐτῶν ιζ καὶ ΔιδύμηνΔιδυμη ἐτῶν ιε, καὶ τὴν τοῦ Ἀφροδεισίου γυναῖκαγυναῖκαν Δημάριον Διοδώρου τοῦ Πολυδεύκους μητρὸς Σαμβοῦτος ἐτῶν κϛ, καὶ ἐξ ἀμφοτέρων θυγατέραθυγατέραν Ἑλένην ἐτῶν θ, καὶ ἩρώδηνἩρωδης Πετερμούθεως τοῦ Ἥρωνος μητρὸς Θερμουθαρίου τῆς Φιλαδέλφου ἐτῶν ιθ ἀπογεγραμμένον τῇ τοῦ θ ἔτους θεοῦ Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου Μακεδώνων, νυνὶνυνεὶ δὲ μετάβασιν ποιούμενονποιουμενος ἐπὶ Μοήρεως. διὸδιω ἐπιδίδωμιἐπιδίδομι. ἔτους α εω τῶν β Καισάρων Παχὼν ιϛ. ἀντίγραφον ὑπογραφῶν. Ἱέραξ στρατηγὸς διὰ Ἁρποχ βοηθοῦ ἔσχον τούτου τὸ ἴσον. κατεχωρίσθη βασιλικῷ τῇ αὐτῇ ἡμέρᾳ. κατεχωρίσθη γραμματεῦσι τῆς πόλεως τῇ αὐτῇ ἡμέρᾳ.Cross-references (3)
- TM-Text 10201 primary
- DDbDP-Text p.berl.leihg;1;17 tier-1
- HGV-Text 10201 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.