no image
DDbDP-text
Pachtvertrag aus dem Oxyrhynchites via HGV-meta
Lease of grain land from a woman to joint lessees. The end of a land lease in which several lessees jointly rent plots from a woman for barley and wheat rents measured by survey, with delivery at the threshing floors in Pauni. It is dated 11 October 149, in the reign of Antoninus Pius. machine translation
Linked by Trismegistos ID
TM 20108.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…[…]…[…]…[…]
[…]αυταις β…[…]κ[…]…[…]…
[…]ἢ ὅσαι ἐὰν ὦσι σπεῖραι κριθῇ ἐκφορίου ἐκ γεωμετρίας ἀνὰ κριθῆς
ἀρτάβας τέσσερες καὶ ἐπὶ τοῦ δ γύου
τὴν λεγομένην πρότερον Ζοίλου
ἄρουραν μίαν τέταρτον σπεῖραι κριθῇ
ἐκφορίου ὁμοίως ἐκ γεωμετρίας
ἀνὰ κριθῆς ἀρτάβας ἕξ, σπονδῆς
τῆς μισθώσεως δραχμὰς τέσσερες, ἀκίνδυνα πάντα παντὸς
κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὴν
μεμισθωκυῖαν, ἣν καὶ κυριεύειν τῶν
καρπῶν, ἕως ἂν τὰ δηλούμενα
ἅπαντα κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότωσαν οἱ μεμισθωμένοι
ἅπαντα τῷ Παῦνι μηνὶ ἐφʼ ἁλώνων τῶν μὲν ἀρουρῶν ε 𐅵 δ ἐν τῷ
κλήρῳ, τῶν δὲ λοιπῶν ἐφʼ ἅλω …[…]…
τυλου, πάντα νέα καθαρὰ ἄδολα
ἄβωλα κεκοσκινευμένα,
τὸν δὲ πυρὸν ἄκριθον ὡς εἰς δημόσιον μετρούμενον, τὰ μὲν
ἐκφόρια τῶν ἀρουρῶν ε 𐅵 δ μέτρῳ
ἕκτῳ Χύσεως, τὰ δʼ ἄλλα πάντα μέτρῳ
τετραχοινίκῳ Σινκέφα, καὶ
ἡ πρᾶξις ἔστω τῇ μεμισθωκυίᾳ
καὶ τοῖς παρʼ αὐτῆς ἔκ τε τῶν μεμισθωμένων ἀλληλενγύων
ὄντων εἰς ἔκτισιν καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτοῖς πάντων καθάπερ ἐκ δίκης.
κυρία ἡ μίσθωσις. ἔτους ιγ Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
αντωνείνου Σεβαστοῦ Εὐσεβοῦς
Φαῶφι ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.