no image
DDbDP-text
Recherche de liturges fugitifs via HGV-meta
Linked by Trismegistos ID
TM 10234.
Each record below describes this same artifact or text from a different angle.
μονων κόλλημα νζ Χαιρήμονα γραμματέα σιτολόγων καὶ Σώταν φύλακα· ὡς ἠξίωσας Χαιρήμονα γραμματέα σιτολόγων καὶ Σώταν φύλακα, οὓς γράφεις ἀναπεφευκέναι, ἐκέλευσα προγρα φῆναι, ὅπως ἐντὸς ἡμερῶν εἴκοσι ἐν φανεῖς γενόμενοι ἐπὶ τῶν τόπων λόγων ὑποσχῶσιν. ἐὰν δὲ βραδύνωσι, τὸν πόρον αὐτῶν σὺν ταῖς προσόδοις κατασχὼν δήλωσόν μοι. ἐρρῶσθαί σε βούλομαι. ἔτους κ Φαρμοῦθι ϛ. διὰ μὲν μιᾶς· Σώτας Πτολεμαίου ἐπιστολαφόρος παραλα βὼν Χαιρήμονα γραμματέα σιτολόγων κώμης Θεαδελφείας ὥστε ἀπαιτῆσαι παρʼ αὐτοῦ ὅσον ἀνηρπάκει ἀπὸ θησαυροῦ δημοσίου ἐκ κενῆς προθέσεως ἀφανὴς ἐγένετο σὺν τῷ Χαιρήμονι· ὅθεν ἀναγκαίως, κύριε, ἀνα φέρω σοι, ἵνʼ ἐάν σοι τῇ τύχῃ δόξῃ, κελεύσῃς αὐτοὺς προγραφῆναι καὶ τῆς δεούσης ἐπιστά σεως τυχεῖν, ὅπως καὶ οἱ λοιποὶ μὴ ἀναχωρήσουσι. κ ἔτους Φαρμοῦθι ιη. κόλλημα νη. διὰ δὲ ἄλλης· Χαιρήμονα γραμματέα σιτολόγων κώμης Θεαδελφείας· ἀπαιτούμενος κεφάλαιά τινα ζη τηθέντα πρὸς χειρισμόν, παραδοθεὶς Σώτᾳ Πτολεμαίου φύλακιφύλακει καὶ ἀναφυγὼν σὺν αὐτῷ προεγράφη ἐπὶ τῶν τόπων σὺν τῷ Σώτᾳ. ἐπεὶἐπὶ δὲ μέχρι τούτου οὐδὲ ἕτερος αὐτῶν ἐμφανὴς ἐγέ νετο, παρακαλῶ, κύριε, κελεῦσαι αὐτοὺς καὶ παρὰ σοὶ προγραφῆναι, ἵνα μὴ κατὰ μίμησιν αὐτῶν ἄλλοι τὸ αὐτὸ πράξωσι καὶ ἐκ τούτου ἐμποδίζηται ἡ τῶν δημοσίων εἴσπραξις. ἔτους κ Φαρμοῦθι κβ. ἐφʼ ὅσον πρὸς τῇ στρατηγίᾳστρατηγείᾳ ἤμην, οὐκ ὤφθησαν. ἵνʼ οὖν τὸ ἀκόλουθον τοῖς γραφεῖσι γένηται, με τέδωκα τῷ μετʼ ἐμὲ κατασταθέντι στρατηγῷ Ἡρακλείδῃ. ἐκἐγ βιβλιοθήκης Σουνεί ι ἔτους Τῦβι. Χαιρήμων ΦάσειΦανεῖ τοῦ Χαιρήμονος μητρὸς Θαισᾶτος ἐτῶν κϛ. ἐξ ὑπομνήματος τοῦ πατρός. Μάρκος Πετρώνιος Μαμερτῖνος ἔπαρχος Αἰγύπτου λέγει· τοὺς ὑπογεγραμμένους σιτολόγους διατάγματι γραμ ματέα σιτολόγων καὶ φύλακα, ὥς φησιν Οὐέγετος ὁ καὶ Σαραπίων ὁ τῆς Θεμίστου μερίδος στρατηγὸς ἀναπεφευ κέναι, κελεύω ἐντὸς ἡμερῶν εἴκοσι ἐμφανεῖς γενομέ νους ἐπὶ τῶν τόπων λόγον ὑποσχεῖν ἢ εἰδέναι, ὅτι ἀναζητηθέντες τῆς δεούσης ἐπιστροφῆς τεύξονται. εἰσὶ δέ· Χαιρήμων γραμματεὺς σιτολόγων κώμης Θεαδελφείας παραδοθεὶς Σώτᾳ Πτολεμαίου φύλακι ἕνεκα κεφαλαίων ἀνηκόντων τῷ χειρισμῷ. Σώτας φύλαξ ὁ παραλαβὼν τὸν Χαιρήμονα. κ ἔτους Φαρμοῦθι ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.