no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of land by Aurelia Serenilla from Gemellos, Pasigenes and others. End of a lease of farmland in which a woman, Aurelia Serenilla, acting through her son Zoilos, leases arouras from a group of owners for a wheat rent, promising to do all the agricultural work and to return the land clear of stubble. It is dated 4 October 300 in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10311.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ἐπὶ χρόνον ἔτη […]ἀπὸ τοῦ ἑπτακαιδεκάτου καὶ ἑκκαιδεκάτου καὶ ἐνάτου ἔτους, ἐκφορίου κατʼ ἔτος ἕκαστον τῆς
ἀρούρης πυροῦ ἀρταβῶν[…] ἡμίσους ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπάναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα
περιχωματισμοὺς ποτισμοὺς ὑποσχισμοὺς διβολητὸν
καὶ χωμάτων ἀναβολὰς καὶ τὰ ἄλλα πάντα ὅσα καθήκει
ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν,
τὸ δʼ ἐκφόριον ἀποδώσω κατʼ ἔτος ἕκαστον μηνὶ Παῦνι
ἐν τῇ αὐτῇ κώμῃ μέτρῳ τετραχοινίκῳ τῶν δημοσίων
πάντων ὄντων πρὸς ὑμᾶς τοὺς κτήτορας, καὶ μετὰ τὸν
χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ καλάμης καθὼς
καὶ ἐγὼ παρέλαβα, ἐὰν φαίνεται μισθῶσαι. καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Σερηνίλλα διʼ ἐμοῦ
Ζωίλου υἱοῦ μεμίσθωκα ὡς πρόκιται. Αὐρήλιοι
Γέμελλος καὶ Πασιγένης διʼ ἐμοῦ Ἰσιδώρου καὶ Πτολλᾶς καὶ Οὐαλᾶς μεμισθώκαμεν ὡς πρόκειται. Ἰσίδωρος ἔγραψα καὶ ὑπὲρ Πτολλᾶ καὶ Οὐαλᾶ ἀγραμμάτων.
ἔτους ιζ καὶ ιϛ καὶ ἐνάτου ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ
ἐπιφανεστάτων Καισάρων, Φαῶφι ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.