no image
DDbDP-text
Lease of an Olive Grove via HGV-meta
Lease of an olive grove at Karanis on half shares. An offer by Aurelius Isidoros of Karanis to lease for five years, on a half-share partnership, a 2-aroura olive grove belonging to Aurelia Thermoutharion, daughter of a legionary. He undertakes the cultivation work while she pays the public dues; she accepts in a subscription written for her by Aurelius Mikkalos. Karanis, 5 February 300. machine translation
Linked by Trismegistos ID
TM 10533.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου
καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων τὸ γ.
Αὐρηλίᾳ Θερμουθαρίῳ θυγατρὶ Σέξτου λεγιωναρίου χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ
παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μητρὸς
Ἡρωίδος ἀπὸ κώμης Καρανίδος. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐπὶ κοινωνίᾳ ἡμίσει μέρει τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν
κώμην Καρανείδα ἐλαιῶνος ἀρούρας δύο
ἢ ὅσας ἐὰν ὦσιν εἰς ἔτη πέντε ἀπὸ καρπῶν
τοῦ ἐνεστῶτος ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους ἐκπιπτόντων εἰς τὸ εἰσιὸν ἔτος, διδόντος μου ἀπὸ τοῦ
ἡμετέρου μέρους κατʼ ἔτος ἕκαστον ἐλαιῶν
ἀρτάβην μίαν μέτρῳ δρόμῳ
τετραχοινίκῳ. καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου
προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον,
καὶ ἐγὼ ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα
ξηρολογίας κορμολογίας περιφιαλισμούς,
τοῦ ἐκτιναγμοῦ ὄντος πρὸς ἐμὲ τὸν μισθούμενον —. ποιήσομαι δὲ καὶ ὑποσχισμοὺς καὶ ποτισμούς, καὶ διαιρεθησόμεθα
τοὺς ἐπιγινομένους καρποὺς κατὰ τὸ ἥμισυ
μέρος, τῶν δημοσίων πάντων ὄντων πρὸς
σὲ τὸν κτήτορα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν ἐλαιῶνα τετευχότα τῶν δε[…] πάντων ὡς καὶ ἐγὼ παρέλαβον,
ἐὰν φαίνεται μισθῶσαι. καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
αὐρηλία Θερμουθᾶρις μεμίσθωκα ἐπὶ
ἡμίσει μέρει ὡς πρόκιται. Αὐρήλιος Μίκκαλος
ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας.
ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων,
Μεχεὶρ ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.