no image
DDbDP-text
Lease of Land via HGV-meta
Lease of public and private land near Kerkesoucha Agora. An offer to lease land in which Aurelius Isidoros of Karanis asks to rent 10 arouras near Kerkesoucha Agora from Aurelius Zoilos for three years at 20 artabas of wheat a year. Zoilos accepts in a subscription, dated in the reign of the usurper Domitius Domitianus, 29 August 296. machine translation
Linked by Trismegistos ID
TM 10431.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ζωίλῳ Ἀπολλωνίου πρυτανικῷ καὶ ἐξηγητικῷ
ὑπηρέτῃ καὶ ὡς χρηματίζει
παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μητρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος.
βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Κερκεσούχων Ἀγορᾶς
ὄντων …[…]ρι ὁριοδεικτίαν Καρανίδος ἐν τόπῳ
Ἱππα…εῖ λεγομένῳ δημοσίας γῆς ἀρούρας τέσσαρας ,
ἐν δὲ τόπῳ Καλεῖξ λεγομένῳ ἰδιωτικὰς ἀρούρας τέσσαρας
ἥμισυ , ἐν τῷ αὐτῷ τόπῳ ἄλλην ἰδιωτικὴν ἄρουραν α 𐅵
πάσας ἀρούρας ι ἢ ὅσαι ἐὰν ὦσι, ἐπὶ χρόνον ἔτη
τρία ἀπὸ σπόρου τοῦ ἐνεστῶτος β ἔτους, ἐκφορίου
τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν
εἴκοσι , γίνονται ἀρτάβαι κ, ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου
προλείπειν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον
ἀλλὰ καὶ ἐπάναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος
ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι
καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τὸ δὲ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι
ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ τῶν δημοσίων πάντων ὄντων πρός σε τὸν
κτήτορα, καὶ μετὰ τὸν χρόνον παραδώσω
τὰς ἀρούρας ἀπὸ ἀναπαύματος καὶ καλάμης
ἐξ ἴσου, ἐὰν φαίνηται μισθῶσαι. καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιττίου Δομιττιανοῦ Σεβαστοῦ Θὼθ α.
Αὐρήλιος Ζωίλος μεμίσθωκα ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.