no image
DDbDP-text
Lease of Land via HGV-meta
Offer to lease grain land near Karanis for three years. An offer to lease land in which Aurelius Isidoros of Karanis asks to rent 4 arouras of wheat land near Karanis from Aurelius Nemesinos, a former exegetes and councillor of Arsinoe, for three years at 9 1/2 artabas of wheat a year, the owner paying the public dues. Nemesinos signs his acceptance; the document dates to October 296 at Karanis. machine translation
Linked by Trismegistos ID
TM 10310.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Νεμεσίνῳ ἐξηγητεύσαντι βουλευτῇ Ἀρσινοιτῶν πόλεως
παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μητρὸς
Ἡρωείδος ἀπὸ κώμης Καρανίδος. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν
αὐτὴν κώμην ὁριοδεικτίας Κερκεσούχων
σιτικὰς ἀρούρας τέσσαρας ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ χρόνον ἔτη τρία ἀπὸ σπορᾶς τοῦ ἐνεστῶτος ἔτους ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν ἐννέα ἡμίσους , καὶ
ἐπιτελέσω τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα
πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι
καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τὸ δὲ κατʼ ἔτος
ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ τῶν δημοσίων
πάντων ὄντων πρός σε τὸν κτήτορα, καὶ
μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας
ἀπὸ ἀναπαύματος καὶ καλάμης ἐξ ἴσου. ἡ μίσθωσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Νεμεσῖνος μεμίσθωκα ὡς πρόκιται.
ἔτους β τοῦ κυρίου ἡμῶν Δομιτιανοῦ
Σεβαστοῦ, Φαῶφι κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.