no image
DDbDP-text
Receipts for Various Taxes via HGV-meta
Receipts to Isidoros son of Ptolemaios for wheat, freight, wood and other levies. A series of tax and payment receipts issued in AD 323 at Karanis to the farmer Isidoros son of Ptolemaios, partly on behalf of Palemon and Syrion. They record payments in money for the price of wheat, the primipilus levy, freight of barley and chaff to Chaireou, wood and boat hauling, and a payment in barley. machine translation
Linked by Trismegistos ID
TM 10391.
Each record below describes this same artifact or text from a different angle.
[1]
διέγραψεν Ἰσίδωρος Πτολεμαίου καὶ ὀνόματος
Παλήμωνος καὶ ὀνόματος Συρίωνος τιμῆς
πυρῶν βασιλικῶν ἀργυρίου δραχμὰς
τετρακισχιλίας διακοσίας, δραχμὰς Δσ, μόνας
διὰ Παλήμωνος καὶ Ἀντιουρίου καὶ τῶν κοινωνῶν
ἀπαιτητῶν Καρανίδος καὶ ὁριοδεικτίας.
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ
Παχὼν κβ. Παῦνι λ ὁ αὐτὸς
ὑπὲρ πριμιπίλου ἑνδεκάτης ἰνδικτίονος
δραχμὰς τρισχιλίας ἑξακοσίας,
δραχμὰς Γχ, μόνας.
[2]
Ἰσίδωρος Παύλου καὶ Κάλων Οὐεναφρίου
καὶ Ἁτρῆς Ἀχιλλᾶ καὶ οἱ κοινωνοὶ
σιτολόγοι κωμητῶν Καρανίδος
καὶ ὁριοδεικτίας γενήματος ἑνδεκάτης
ἰνδικτίονος Ἰσιδώρῳ Πτολεμαίου χαίρειν.
ἔσχαμεν παρὰ σοῦ ὑπὲρ ναύλων κριθῆς
ἀποστελλομένης ἐν Χαιρέου ἀργυρίου
δραχμὰς τρισχιλίας τριακοσίας, δραχμὰς Γτ,
καὶ κριθῆς ὁμοίως ἀρτάβας ἕνδεκα τρίτον,
ἀρτάβας ια γ.
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ
Παχὼν κβ.
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ
Παχὼν κθ. διέγραψεν Ἰσίδωρος Πτολεμαίου
καὶ ὀνόματος Παλήμονος καὶ ὀνόματος Συρίονος διὰ Κάστορος
καὶ Χαιρήμονος ἀπαιτητῶν ναύλων εἰδῶν
ἑνδεκάτης ἰνδικτίονος Καρανίδος
ἀργυρίου δραχμὰς τρισχιλίας ἑξακοσίας,
δραχμὰς Γχ, μόνας.
[3]
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ
Παχὼν κθ. διέγραψεν Ἰσίδωρος Πτολεμαίου
ὑπὲρ ναύλου ἀχύρου ἀποστελλομένου ἐν Χαιρέου
διὰ Ἕκιος καὶ τῶν κοινωνῶν ἀπαιτητῶν Καρανίδος
ἀργυρίου δραχμὰς τρισχιλίας, δραχμὰς Γ, μόνας.
[4]
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ
Μεσορὴ γ. διέγραψεν Ἰσίδωρος Πτολεμαίου
καὶ ὀνόματος Παλήμωνος Πτολεμαίου καὶ ὀνόματος Συρίωνος
ὑπὲρ τιμῆς ξύλων ἑνδεκάτης ἰνδικτίονος
ξύλων κεντηναρίου ἥμισυ καὶ ὑπὲρ ἐξαρσίου
πλοίου δραχμὰς ὀκτακοσίας, δραχμὰς ω, μόνας
διὰ Ἀντιουρίου καὶ Παλήμωνος καὶ τῶν κοινωνῶν ἀπαιτητῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.