Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.masp.1.67096

Donation via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 19024. Each record below describes this same artifact or text from a different angle.

  • Donation HGV-meta Aphrodites Kome (Antaiopolites)18. Mai - 20. Okt. 573
  • Donation APIS-papyrus Aphrodites kome (Antaiopolites)AD 573

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ὀγδόου εἰκὰς τρίτη τῆς παρούσης ἑβδόμης ἰνδικτίονος. τῷ δικαίῳ τῆς ἁγίας διακονίας τοῦ νεοκτίστουνευκτιστου ὄρους τῶν ἁγίων καὶ χριστοφόρων ἀποστόλων, ὠνομασμένου δὲ ἄπα Ἀπολλῶτος, ὀνόματος τοῦ καινίσαντος, διὰ Ἐνὼχ Ἰωάννου εὐλαβεστάτου μονάζοντος καὶ οἰκονόμου τῆς αὐτῆς, διὰ σοῦ Φλαυΐου Διοσκόρου υἱοῦ τοῦ πρωτοτύπου, καὶ φροντιστοῦ κουράτορος τῆς αὐτῆς ἁγίας διακονίας κατὰ κέλευσιν τοῦ αὐτοῦ σου πατρός, διακειμένης ἐν τῷ ὄρει κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ· παρʼ ἐμοῦ Ψα τοῦ καὶ Ψάτου υἱοῦ Ἀπολλῶτος, ἐκ μητρὸς Σιβύλας, ἐλεεινοῦ μονάζοντος καὶ πρεσβυτέρου, ὁρμωμένου μὲν ἀπὸ κώμης Τεμσεὺ ΣκόρδωνΤεμσηὺ σκόρψωμ τοῦ Ἑρμουπολίτου νομοῦ, καταμένοντος δὲ νῦν ἐν τῷ ὑμετέρῳ τῆς αὐτῆς διακονίας ὄρει τῶν ἐρημιτῶν μοναχῶν, χαίρειν. πρώην κατʼ ἔγγραφον ὑποθηκιμαίαν ἀσφάλειαν, δύο ἀστάθμων νομισμάτων ἐνγύη, ὑπέθετόδιέθετό μοι περιὼν ὁ μακαρίτης Φοιβάμμων ἀδελφός σου τοῦ προγεγραμμένου Ἐνώχ, οἰκονομῶν τοτε καὶ αὐτὸς τὴν ἁγίαν διακονίαν, κέλλιον ἤτοι σεμνεῖονσεμνῖον μοναχικὸν ἁπλοῦν κητο ὑμετέρου κελλίου καλουμένου Μουσαίου κυσαι διαφέροντος τῇ ὑφʼ ὑμᾶς ἁγιωτάτῃἁγιοτάτῃ διακονίᾳ, ὡς καὶ τοῦτο διαφέρον αὐτῇ ἀνεῳγμένονἠνεωγμενο ἐπʼ ἀπηλιώτηνἀπηλειώτην, ἐλθὸνελθων εἰς τὴν αὐτὴν διακονίαν κατὰ δικαίαν δωρεὰν παρὰ τοῦ μακαρίτου Μουσαίου ἀπογενομένου μονάζοντος, ὁρμωμένου πρότερον ἀπὸ κώμης καλουμένης αοβεσαντε τοῦ Ὀξυρυγχίτου νομοῦ, τὰ νῦν δὲ αὐτοῦ τὴν οἴκησιν ἔχοντος πρὸκοντος τοῦ κελλίου ?, ἀπὸ τότε μέχρι νῦν ᾔτησα ὑμᾶς παρα καλέσας παραχωρῆσαί μοι τὸ ἔμπροσθεν μικρὸν κέλλιον ἤτοι καβανω ἵνα εἰς γυσμον ποιήσω εἰς χρείαν τοῦ δομεῖσθαί δομοῦσθαί τινα πενιχρὸνπενιχρῶν τῶν ἐρημιτῶν ξένων μοναχῶν τῶν κατὰ καιρὸν τυχόντων καὶ ἐρχομένωνερχομενον, βουλομένων διὰ τὴν στένωσιν τῆς οἰκήσεως οἰκῆσαι ἐν αὐτῷ, εἰς καρποφορίαν καὶ αὔξησιν ὑμῶν καὶ πάσης τῆς συνελεύσεως. καὶ ἀμφιεβάλλετεἀμφεβάλλετε πρὸς ἐμὲ ὡς ἐσφράγισται καὶ ἀποκέκλεισται τὸ ὄρος ἐκ παρα δόσεως τοῦ πρωτοκτίστου. καὶ ἐκ τούτου ἐδυνήθην δυσωπῆσαι ὑμᾶς πρὸς τὸ φανέν μοι δίκαιον ἐπὶ ταύτῃ τῇ αἱρέσει τῇ ἑξῆς δηλουμένῃ, διʼ ἣν ὁμολογῶ ὀμνὺςὠμνὺςομνυς τὸν φρικωδέστατον ὅρκον ὥστε τοῦτο τὸ κέλλιον τὸ μέλλον κτισθῆναι παρʼ ἐμοῦ, ἔτι μὴν καὶ τὸ ὑποθηκιμαῖον ὑπάρχονυπαρχων μοι τῶν δύο νομισμάτων, μετὰ τὴν ἐμὴν τελευτὴν ταῦτα ὁμοῦ ἀμφότερα, μετὰ καὶ τῆς ἔμπροσθεν καβάνης , ἀναδραμεῖν κυρίως εἰς τὴν αὐτὴν ἁγίαν διακονίαν, καθάπερ κελεύω καὶ βούλομαι, κατὰ πᾶσαν δικαίαν δωρεὰν ἐπέχουσαν τὸν inter vivos τρόπονονον, ὥστε ταῦτα εἶναι ἀκωλύτως καὶ ἀνεμποδίστως ὑπʼ οὐδενὸς τὸ σύνολον τῷ προειρημένῳ ἁγίῳ τόπῳ, δεσποτικῷ δικαίῳ, καὶ μὴ δύνασθαί τινα τῶν διαφερόντων μοι ἀντιποιεῖσθαι τούτων καθʼ οἷον δήποτε τρόπον, κειμένου προστίμου ἐπὶ τούτῳ χρυσοῦ νομισμάτων δώδεκα καὶ πάλιν οὕτως ὑπὲρ μόνης παραβάσεως· καὶ ἐπὶ τούτοις πᾶσιν ὡμολόγησα καὶ ὑπέργαψα .

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.