Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chla.12.524

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Latin · Latin

Transcription

τοῖς γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταιςδεσπότας ΦλαυίωνΦλαυίοισ Οὐάλεντι καὶ Γρατιανῷ καὶ Οὐαλεντινιανῷ αἰωνίοις καὶ τροπαιούχοις Αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Φλαυίου Ἰσιδώρου ὀφφικιαλίου τάξεως τῆς ὑμετέρας ἡγεμονίας Θηβαίδος. κατὰ τὴν πρώτην ἐπινέμη σιν, θειότατοι βασιλεῖς, ἐνεχειρίσθην παρὰ Ἀμμωνᾶ ἀπὸ διαψηφιστῶν τῆς ἡμετέρας τάξεως χρυσοῦ νομισμάτια ἑκατὸν καὶ τριάκοντα ὀκτὼ ὥστε παραδοῦναι ἐπικαταλάβειν ΔιοσκουρίδῃΔιοσκουρίδην τινὶ προπομπὸν τιρώνων Ἀρα μαιοερμοπολίτῃ τῷ καὶ αὐτῷ ὄντι ἐν τῷ θείῳ κομιτάτῳ. τοῦτο τὸ χρυσίον ὑποδεξάμενος ἐγὼ καὶ παραδεξάμενος τὸν ὑποδέκτην κατὰ ων πρὸς τὸν προειρημένον Διοσκουρίδην τὴν καταβολὴν ἐπʼ αὐτὸν ποιεῖσθαι ἔσπευδον. ὁ δὲ τῆς θείας ὑμῶν καὶ φιλανθρώπου νομοθεσίας τῆς τηνικαῦτα καταπεμφθείσης αἰσθόμενος καταπεμφθίσης ἐσθόμενος περὶ τοῦ δεῖν δέκα μόνους χρυσίνους παρασχεῖν τοῖς νεολέκτοις, τοσοῦτον ὑπεδέχθη μόνον, ὅσον καὶ ἡ χρεία ἀπῄτει χρυσοῦ νομισμάτια ἑξήκοντα καὶ ἕν , τὸ δὲ ὑπόλοιπον εἴασαι ἐμοί ὥστε διὰ κομισθὲν παραδοθῆναι τῷ αὐτῷ Ἀμμωνᾷ ἀναδιαδοθησόμενον τοῖς δεδωκόσι. ἀλλʼ ἔκ τινος ἐκ πονηροῦ δαίμονος ἐσυλήθην σεσυλῆσθαι τούτου τοῦ ὑπολειφθέντος παρʼ ἐμοὶ χρυσίου ὡς μεθʼ ὧν εἶχον σκευῶν καὶ μεμαρτυρήκασιν ἐμοὶ πολλοὶ Θηβαῖοι τηνικαῦτα παρόντες, Ζηναγένης ὁ δηφήνσωρ καὶ οἱ πρεσβεύσαντες ὑπὲρ τῆς ἐπαρχείαςἐπαρχίας Μακάριός τε καὶ Φιλαπόλλων καὶ ἄλλοι ἀξιόπιστοι καὶ τούτῳ τῷ πτέσματι περιπεσὼν ἐπανῆλθον εἰς τὴν τάξιν. ἀλλʼ οἱ πολιτεύομενοι συμβάντος δέ τινος αἰτίου οἱ τῆς Ἑρμοῦ πόλεως πολιτευόμενοι οἱ καὶ δε οἱ δεδωκότες τὸ χρυσίον προσῆλθον τῷ λαμπροτάτῳ Περγαμίῳ τῷ ἡγου μένῳ τοῦ ἔθνους φάσκοντες μὴ ἀπολωλεκέναι με διακατέχειν με τὸ χρυσίον καὶ ἐξετάσεως καὶ τῶνων των καταθεμένων μαρτύρων κατατιθεμένων ἐν ὑπομνήμασι, ἑβδομήκοντα δύο χρυσίνους διδόναι εἰς ταμεῖονταμῖον ὑπὲρ αὐτῶν προσετάχθην καὶ πάντα τὰ ἐμαυτοῦ διαπωλήσας καὶ σχεδὸν εἰπεῖν ἕως τῶν φιλτάτων μου ἔφθάσα μάλα μόγις συνήγαγον τοῦ ω ὑπολοίπου λογισθέντος αὐτοῖς. ἐπεὶ τοίνυν ὑφορῶμαι διὰ ἐπιείκιαν μή τινες αὐτῶν φιλαίτιοι τὰ ἅπαξ τυπωθέντα ἐφʼ ὑπομνημάτων ἐξ ἀντικαθεστώτων ἐνχειρῆσαιἐνχειρωσαι καινο τομῆσαικαινοτομῆσαι, δέομαι τῆς οὐρανίου ὑμῶν τύχης ἐπινεῦσαι βέβαια καὶ ἀσάλευτα μένειν τὰ ὑπομνήματα τῶν νόμων οὕτως κελευόντων μὴ δεῖν παρασαλευθῆναι τὰ ὑπὸ τοῦ ἄρχοντος ἅπαξ ἀποφανθέντα ἐξ ἀντι καθεστώτωνἀντικαθεστώτων βοηθοῦντος τοῦ ἄρχοντος τῆς χώρας. τούτου δὲ τυχὼν χάριτας ἀειμνήστους τῇ ὑπερ λάμπρῳ ὑμῶν εὐσεβείᾳ ὁμολογήσω. aurum quod alius tibi perferre dima non poposcisse eecsypsee τὸ ὑπόλοιπον χρυσίον ὅπερ ἔλαβες παρακομείσε εἰ παρέδωκας, φανερώτερον διασάφησον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.