no image
DDbDP-text
Majestätsgesuch in einem Verfahren wegen unterschlagener Amtsgelder via HGV-meta
Linked by Trismegistos ID
TM 22345.
Each record below describes this same artifact or text from a different angle.
τοῖς γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων ἔθνουςἔθνος καὶ γένους δεσπόταιςδεσπότας ΦλαυίοιςΦλλλαυίοις Οὐάλεντι καὶ Γρατιανῷ καὶ Οὐαλεντινιανῷ αἰωνίοις Αὐγούστοις δέησις καὶ ἱκεσία παρὰ Φλαυίου Ἰσιδώρου ὀφφικιαλίου τάξεως ἡγεμονίας τῆς ὑμετέρας Θηβαίδος. κατὰ τὴν πρώτην ἐπινέμησιν, θειότατοι βασιλεῖς, ἐνεχειρίσθην παρὰ Ἀμμωνᾶ ἀπὸ διαψηφιστῶν τῆς ἡμετέρας τάξεως χρυσοῦ νομισμάτια διακόσια τριάκοντα ὀκτώ , ὥστε διακομίσαι καὶ παραδοῦναι Διοσκουρίδῃ τινὶ Ἑρμουπολίτῃ ὄντι ἐν τῷ θείῳ κομιτάτωι καὶ παραγενόμενοςπεριγενόμενοσ πρὸς τὸν προειρημένον τὰ μὲν καταβέβληκα αὐτῷ, χρυσοῦ νομισμάτια ἑξήκοντα ἕν , λαβὼν παρʼ αὐτοῦ ἀποχήν, ὑπελείφθη δὲ παρʼ ἐμοὶ ἕτερα νομισμάτια ἑκατὸν ἑβδομήκοντα ἑπτά , χρείας μὴ ἐπειγούσηςἐπιγούσης. καὶ συνέβη ἔκ τινος πονηροῦ δαίμονος σύλησιν γενέ σθαι τούτου τοῦ ὑπολειφθέντος παρʼ ἐμοὶ χρυσίου, ὡς καὶ μεμαρτυρήκασιν ἐμοὶ πολλοὶ Θηβαῖοι τηνικαῦτα παρόντες, Ζηναγένης ὁ δηφήνσωρ καὶ οἱ πρεσβεύσαντες ὑπὲρ τῆς ἐπαρχείαςἐπαρχιου Μακάριός τε καὶ Φιλαπόλλων καὶ ἄλλοι ἀξιόπιστοι. καὶ τούτῳ τῷ πταίσματιπτέσματι περιπεσὼν ἐπανῆλθονσυνανῆλθον εἰς τὴν τάξιν. ἀλλʼ οἱ πολιτευόμενοι τῆς Ἑρμοῦ πόλεως οἱ δεδωκότες τὸ χρυσίον Ἀμμωνᾷ προσῆλθον τῷ λαμπροτάτῳ Περγαμίῳ τῷ ἡγου μένῳ τοῦ ἔθνους, φάσκοντες διακατέχειν με τὸ χρυσίον καὶ ἐξετάσεως γεγενημένης καὶ τῶν μαρτύρων κατατιθεμένωνκαταθεμένων ἐν ὑπομνήμασι, ῥητόν τινα χρυσίον ἐκελεύσθην παρασχεῖν αὐτοῖς τοῦ ὑπολοίπου λογισθέντος αὐτοῖςτὸ ὑπόλοιπον λογισθὲν ἐς τοσαῦτα εἰς συμπλήρωσιν τοῦ λόγου ἐν διαγνωστικοῖς ὑπομνήμασιν. καὶ πάντα τὰ ἐμαυτοῦ διαπωλήσας, καὶ σχεδὸν εἰπεῖν μέχρις αὐτῶν τῶν φιλτάτων μου ἔφθασα, μάλα μόγις ἐδυνήθην εἰσενεγκειννεις ἐντυχώνἐντυχειν. διὰ τοῦτο δέομαι τῆς οὐρανίου ὑμῶν τύχης ἐπινεῦσαι βέβαια καὶ ἀσάλευτα μένειν τὰ περὶ ταύτης τῆς ὑποθέσεως πεπραγμένα ἐξ ἀντικαθεστώτων ὑπομνήματαὑπομνημάτων, τῶν νόμων οὕτως κελευόντων μὴ δεῖν παρασαλευθῆναι τὰ ὑπὸ τοῦ ἄρχοντος ἅπαξ ἀποφανθέντα ἐξ ἀντικαθεστώτων, βοηθοῦντος τοῦ ἄρχοντος τῆς χώρας. τούτου δὲ τυχὼν χάριτας ἀειμνήστους τῇ ὑπερλάμπρῳ ὑμῶν εὐσεβίᾳ διὰ παντὸς ὁμολογήσω. ἰσον τῆς χειρὸς ἧς δέδωκεν Διοσκουρίδης Ἀμμωνᾷ τῷ ἀπὸ διαψηφιστῶν ὅτεπε ἐξητήθη τὸ πρᾶγμα τοῦἐξηγητῇἐξηγηθῇ τοῦ πραγματευτικοῦ χρυσίου. Φλαυίῳ Εὐτυχίῳ τῷ λαμπροτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίουαυρηλιος Διοσκουρίδουδιοσκουριδης Σιλβανοῦ βουλευτοῦβουλετης Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτου χρυσοῦ τιρώνων. ὑπεδεξάμην παρὰ Ἰσιδώρου ὀφφικιαλίου ἐν Ἱερᾷ πόλει λόγου ἐνδυμάτων τιρώνων ια καὶ ιδ ἰνδικτιόνων χρυσοῦ νομισμάτια ἑξή κοντα ἕν, γίνεται χρυσοῦ νομισμάτια ξα καὶ ἵνα μηδὲνμιδὲν λάθῃ σου τὸ μεγαλεῖον ἀναφέρω, ἡγεμὼνἵνʼ εἰδῇς κύριε. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ δ. αὐθεντικὴ δέησις εἰςἰς θείους περὶ τῆς οἰκίαςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.