no image
DDbDP-text
Contrat de divorce via HGV-meta
Deed of gift of all property to a daughter, revoking an earlier gift. Draft of a deed of gift in which an elderly singularius (an official messenger) revokes an earlier gift and instead leaves all his property, effective on his death, to his daughter, in gratitude for her care during his illness and old age. It comes from Antinoopolis and dates to AD 566-573. machine translation
Linked by Trismegistos ID
TM 18909.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ὥσπερ θεραπεύσασαν μοι ἐν τῷ ἐμῷ γήρᾳ ἅτε ἐθεραπεύσας
οὐδὲν βλάψασθαί μοι οὐδὲ ἐνδέεσθαι, ἐλογισάμην οὖν ἐμαυτόν,
διὰ ταύτην τὴν αἰτίαν, ἃ ἐποίησάς μοι, κελεύω ἐντεῦθεν ἤδη
ἀπὸ τῆς σήμερον ἡμέρας, τὴν αὐτὴν προτέραν δωρεὰν ἄκυρον
εἶναι καὶ ἀνίσχυρον πανταχοῦ προφερομένην, ὅθεν εἰς ταύτην ἧκα
τὴν δευτέραν δωρεάν, διʼ ἧς ὁμολογῶ ἐγὼ ὁ αὐτὸς ὅδε σιγγουλάριος, διὰ ταύτης μου
τῆς ἐγγράφου δωρεᾶς, εὐθὺς μετὰ τὴν ἐμὴν ἀποβίωσιν πάντα μου
τὰ ὑπάρχοντα καὶ ὑάρξοντα πράγματα, κινητά τε καὶ ἀκίνητα
καὶ αὐτοκίνητα, ἀπὸ πολυτελοῦς μέχρι εὐτελοῦς εἴδους καὶ ἀσσαρίου ἑνός ,
σταλῆναί σοι τῇ αὐτῇ προγεγραμμένῃ θυγατρί μου τῇδε ἅπερ προειρημένα πράγματα μετὰ παντὸς αὐτῶν τοῦ δικαίου δωρηθέντα σοι παρʼ ἐμοῦ
εὐθὺς μετὰ τὴν ἐμὴν ἀποβίωσιν, μηδενὶ ἄλλῳ προϋποκείμενα οἵῳ
δήποτε κεφαλαίῳ καὶ συναλλάγματι ἢ πράγματι, ὡς διοικεῖν σε καὶ οἰκονομεῖν
καὶ ἐκποιεῖν καὶ μεταποιεῖν καὶ δωρεῖσθαι καὶ
χαρίσασθαι καὶ ἀντικαταλλάττεσθαι
καὶ εἰς προῖκα ἐπιδοῦναι καὶ παραπέμπειν ἐπὶ κληρονόμους σοὺς καὶ διαδόχους
καὶ διακατόχους, βεβαιοῦντος ἐμοῦ τοῦ δωρησαμένου καὶ κληρονόμων
ἐμῶν καὶ διαδόχων καὶ διακατόχων πάσῃ βεβαιώσει καὶ καθαροποιήσει
διὰ παντός, ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου,
ἐπειδήπερ πᾶσαν ἀνάπαυσιν καὶ ἐπιμέλειαν ἐποίησας μοι
ἐν τῷ ἐμῷ νόσῳ καὶ γήρᾳ· καὶ τὸν ὅρκον καὶ τὰ τυπικάSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.