no image
DDbDP-text
Quittance via HGV-meta
Linked by Trismegistos ID
TM 36693.
Each record below describes this same artifact or text from a different angle.
[ctr,r]
[… ? lines lost …]
καὶ ὁμολογῶ μηδένα λόγον
ἔχειν μὴ πρὸς τὸ εὐαγὲς ὑμῶν
μοναστήριον, μὴ πρὸς τοὺς
εἰρημένους εὐλαβεστάτους
μονάζοντας καὶ ἀποκρισιαρίους
Μηνᾶν καὶ Ἰωάννην, τοὺς καὶ
ἐκθεμένους τὸ αὐτὸ γραμμάτιον,
μὴ πρὸς ἄλλον τινὰ διαφέροντα
τῷ αὐτῷ μοναστηρίῳ, μὴ περὶτοῦ
προαναφερομένου ἀγοραίου
γραμματίου ἤτοι τῶν ἐν αὐτῷ
ἐμφερομένων οἴνου κνιδίων
χιλίων πεντακοσίων[…]
[… ? lines lost …]
[…]γραφήν τινα
τὸ γραμμάτιον[…]…ομινας, μὴ
περὶ ἑτέρου τινὸς τὸ σύνολον,
ταύτης ἕνεκα τῆς αἰτίας. ἀλλὰ
καὶ προσομολογῶ[…]λονυ…
ἀναδιδόναι ὑμῖν τὸ μνημονευθὲν γραμμάτιον δίχα πάσης
ἀντιλογίας καὶ μετεωρίας καὶ
ἀγνοίας, ἠγοῦν, μένον παρʼ ἐμοὶ
καὶ μὴ ἀναδιδόμενον, ἀργὸν αὐτὸ
καὶ ἕωλον καὶ ἀνίσχυρον εἶναι,
προφερόμενον παρά τε
ἐμοῦ καὶ ἑτέρου οἵου δήποτε
προσώπου, ἐν δικαστηρίῳ καὶ
ἐκτὸς δικαστηρίου, καὶ ἀζημίους
καὶ ἀνενοχλήτους καὶ ἀβλαβεῖς
καὶ ἀπεριστάτους φυλάττειν
ὑμᾶς καὶ τὸ εὐαγὲς ὑμῶν
μοναστήριον καὶ πάντας τοὺς
αὐτῷ διαφέροντας, ταύτης
ἕνεκα τῆς αἰτίας, ἐνόχους
ἐν τούτῳ προσκαταστήσας
καὶ τοὺς ἐμοὺς κληρονόμους
καὶ παντοίους διαδόχους. καὶ πρὸς
ἀσφάλειαν καὶ ἀπόδειξιν ὑμῶν
καὶ τοῦ εὐαγοῦς μοναστηρίου
Πουινκώρεως πεποίημαι ταύτην
τὴν ὁμολογίαν τῆς ἀσφαλείας,
κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ
προφερομένην, ἔν τε δικαστηρίῳ
καὶ ἐκτὸς δικαστηρίου, μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἐξ αἰτήσεως
ἐμῆς προσμαρτυρησάντων
ἐν αὐτῇ· καὶ εἰς τὰ προγεγραμμένα
πάντα καὶ εἰς ἕκαστον αὐτῶν
ἐπερωτηθεὶς ἐγὼ ὁ μνημονευθεὶς
Θεόδωρος ἐπίσκοπος παρὰ σοῦ
Ἰωάννου τοῦ εὐλαβεστάτου μονάζοντος
καὶ ἀποκρισιαρίου, εἰς πρόσωπόν σοι
ὡμολόγησα. ἐγράφη μοναχὴ καθὼς ἤρεσεν.
Θεόδωρος ἐλεεινότατος ἐπίσκοπος τῆς Πενταπολιτῶν ἁγίας
ἐκκλησίας, υἱὸς τοῦ μακαρίου Ἰωάννου, ὁ προγεγραμμένος, πεποίημαι
τήνδε τὴν ὁμολογίαν τῆς ἀσφαλείας τῷ εὐαγεῖ Ταβεννησιωτικῷ μοναστηρίῳ Ποεινκώρεος τῷ διακειμένῳ ἐπὶ τῆς μεγάλης Ἑρμοπολιτῶν
τῆς Θηβαίων ἐπαρχίας, διὰ σοῦ Ἰωάννου τοῦ εὐλαβεστάτου μονάζοντος
καὶ ἀποκρισιαρίου τοῦ θεοφιλεστάτου Ἀνατολίου προεστῶτος
τοῦ αὐτοῦ μοναστηρίου, καὶ ὁμολογῶ, δεξάμενος παρὰ σοῦ καὶ
πληρωθεὶς τὰ χίλια πεντακόσια κνίδια τοῦ οἴνου
τὰ ἐποφληθέντα μοι κατὰ ἀγοραῖον γραμμάτιον συνταχθὲν
εἰς τὴν ἐμὴν προσηγορίαν παρὰ Μηνᾶ καὶ Ἰωάννου εὐλαβεστάτων
μοναζόντων καὶ ἀποκρισιαρίων τοῦ αὐτοῦ μοναστηρίου,
μηδένα λόγον ἢ ἀγωγὴν ἔχειν μὴ ἐμὲ μὴ κληρονόμους μου,
μὴ πρὸς τὸ εἰρημένον εὐαγὲς μοναστήριον μὴ πρὸς τὸν
θεοφιλέστατον προεστῶτα ἢ ἄλλον τινὰ προσήκοντα
αὐτῷ, προφάσει τοῦ εἰρημένου χρέους. ἐπειδὴ δὲ ἔτυχον
ἀποστείλας τὸ αὐτὸ γραμμάτιον ἐν τῇ Θηβαίων χώρᾳ
πρὸς τὴν τοῦ αὐτοῦ χρέους μεθοδείαν, ὁμολογῶ τοῦτο
ἀποδιδόναι τῇ ὑμῶν εὐλαβείᾳ δίχα πάσης ἀντιλογίας,
ἢ μένον ἀργὸν εἶναι καὶ ἀνίσχυρον προφερόμενον παρά τε
ἐμοῦ καὶ ἑτέρου οἵου δήποτε προσώπου, καὶ ἀβλαβεῖς
ὑμᾶς φυλάττειν καὶ τὸ εὐαγὲς ὑμῶν μοναστήριον περὶ
τοῦ αὐτοῦ γραμματίου. καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα
καὶ ἐπερωτηθεὶς ὡμολόγησα ☧[…]Αὐρήλιος
Τιμόθεος, υἱὸς τοῦ μακαρίου[…]οἰκῶν πρὸς τόπῳ καλουμένῳ[…]
ἐν τοῖς Ἀστερίου, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τοῦ θεμένουΘεοδώρου
τοῦ θεοσεβεστάτου ἐπισκόπου. ☧ Αὐρήλιος Ἰσάκ, υἱὸς τοῦ μακαρίου ……, οἰκῶν
πρὸς τόπῳ καλουμένῳ Πυλῶν Τατιανοῦ ἐν τοῖς Περγαμίου, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ
αἰτηθεὶς παρὰ τοῦ θεμένου Θεοδώρου τοῦ θεοσεβεστάτου ἐπισκόπου. † Αὐρήλιος Ἰουλιανός,
υἱὸς τοῦ μακαρίου Θεωνᾶ, οἰκῶν πρὸς τόπῳ Τριῶν Ἱερῶν ἐν τοῖς Ἀστερίου, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ αἰτηθεὶς
παρὰ τοῦ θεμένου Θεοδώρου τοῦ θεοσεβεστάτου ἐπισκόπου.
Μηνᾶς Ἰωάννου συναλλαγματογράφος τόπου Πύλῶν Τατιανοῦ ἐτέλεσα.
[ctr,v]
[Fr1]
[…]μι[…]
[…]… ἑτέραν θ[…]
[Fr2]
[…]καιρο[…]
[Fr3]
[…]ος τὸ εκ[…]
[Fr4]
[…]ονα…ν[…]
[Fr5]
[…]…αι…τ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.