no image
DDbDP-text
Cautionnement via HGV-meta
Surety by the priest Iosephios for the goldsmith Kollouthos. A deed of surety from the village of Aphrodite in 535 AD, in which the priest Iosephios swears by God and the emperor Justinian to the village police official Flavius Apollos that he guarantees the goldsmith Aurelius Kollouthos will stay in the village and appear when summoned. The end of the document is lost. machine translation
Linked by Trismegistos ID
TM 18424.
Each record below describes this same artifact or text from a different angle.
☧ χμγ ☧
☧ ὑπατείας Φλαυίου Βελισαρίου τοῦ ἐνδοξοτάτου Ἐπεῖφ κθ τεσσερασκαιδεκάτης ἰνδικτίωνος.
Φλαουίῳ Ἀπολλῶτι, αἰδεσίμῳ ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ,
παρὰ Ἰωσηφίου πρεσβυτέρου τοῦ ἁγίου εὐκτηρίου ἄπα Χιμαχαηλίου, κεκτημένου ἐπὶ κώμης Ἀφροδίτης
τοῦαὐτοῦ νομοῦ, βραδέως ὑπογράφοντος, υἱοῦ τοῦ τῆς εὐλαβοῦς μνήμης Ἰακυβίου, γενομένου πρεσβυτέρου, χαίρειν.
ὁμολογῶ, ὀμνύμενος τόν τε παντοκράτορα Θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα
νικῶντος δεσπότου τῆς οἰκουμένης Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος,
ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Κολλοῦθον Κυριακοῦ χρυσοχόου
ἐπὶ τῷ αὐτὸν μεῖναι ἐν τῇ ἡμῶν κώμῃ, καὶ πάσης καταστάσεως ποιησαμεν τῇ αὐτῇ κώμῃ καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι, ἀλλὰ εἰ ζητούμενον
αὐτὸν παρενεγκεῖν καὶ παραδώσω αὐτῇ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων
καὶ ἁγίας κυριακῆς καὶ εὑρεθῆναι ἐφʼ οἵας δήποτε προστασίας ἐν δημοσίῳ τόπῳ ἐκτὸς στρατιωτικοῦ ἢ κληρικοῦ
ἢμοναχικοῦ ε[…]ικ[…]σχήματι, εἰ δὲ ἀπολημφθείη καὶ ζητούμενον
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.