Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.col.7.181 18. Okt. 342Karanis (Arsinoites)

Sale of Land via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 10536. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] ἐπὶ ὑπάτων τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ γ καὶ Κώνσταντος Αὐγούστων τὸ β μηνὸς Ἀπελλαίου Φαῶφι κα ἐν Πτολεμαείδι Εὐεργέτιδει τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Αὐρήλιοι Κλήμιτος καὶ Ταπάεις ἀμφότεροι τέκνα Ἡρᾶτος μητρὸς Ἀλοῦτος, ὁ μὲν Κλήμιτος ὡς ἐτῶν μβ οὐλὴ ἔμπροσθεν γόνατι ἀριστερῷ, ἡ δὲ Ταπάεις ὡς ἐτῶν κβ οὐλὴ χειρὶ ἀριστερῷ, ἀπὸ κώμης Κερανίδος ε πάγου τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίοις Ἀτίσι Λεωνίδου μητρὸς Ταήσεως ὡς ἐτῶν με οὐλὴ ἀντικνημίῳ ποδὸς δεξιοῦ καὶ Ἀντιουρίῳ Ἀβοῦτος μητρὸς Ἀλλοῦτος ὡς ἐτῶν μθ οὐλὴ ποδὶ δεξιῷ ἀμφότεροι ἀπὸ κώμης Κερανίδος τοῦ Ἀρσινοίτου νομοῦ πεπρακέναι τοὺς ὁμολογοῦντας τοῖς περὶ Ἀντιούριον καὶ Ἀτίσιον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτοῖς περὶ ὁριοδεικτίαν κώμης Κερανίδος ἐπὶ τῆς ϛ σφραγῖδος ἰδιωτικῆς σπορίμης ἀρούρας ἐννέα ἥμισυ ἐν τόπῳ λεγομένῳ Τμειτειας ἐπʼ ὀνόματι Ἀλοῦτος καθὼς κεῖται ἐν τῇ ἀπογραφῇ τῶν γειτνιῶν παρὰ Σαβίνου κηνσιτορεύσαντι ἐπὶ τοῖς οὖσι αὐτῶν ὁρίοις πᾶσι καὶ ταῖς προκιμέναις αὐτῶν γειτνίαις καὶ τοποθεσείαις καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ Ἀτισείου καὶ Ἀντιουρίου τὰ συμπεφωνημένα τῆς τιμῆς ἀργυρίου τάλαντα πεντήκοντα ἐκ πλήρους διὰ χειρὸς καὶ βεβαιώσειν αὐτούς τε τοὺς ὁμολογοῦντας καὶ τοὺς παρʼ αὐτῶν Ἀτῖσι καὶ Ἀντουρίῳ καὶ τοῖς παρʼ αὐτῶν τὰ κατὰ τὴν πρᾶσιν τῶν προκιμένων ἀρουρῶν πάσῃ βεβαιώσει ἃς καὶ παρέξονται ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ παντὸς ὀφειλήματος, ἀπὸ μὲν δημοσίων τελεσμάτων καὶ ἀνωνῶν καὶ ἐπιβολῆς πάσης ἀπὸ τῶν ἀνὰ χεῖρα χρόνων μέχρι τῆς ἑκκαιδεκάτης ἰνδικτίονος, ἀπὸ δὲ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως διὰ παντός, καὶ ἀπὸ τοῦ νῦν τὸν Ἀτῖσιν καὶ Ἀντιοῦριν κρατεῖν τούτων καὶ κυριεύειν καὶ τὰ περιγεινόμενα εἰς τὸ ἴδιον αὐτῶν ἀποφέρεσθαι καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται καὶ διευθύνειν αὐτῶν τῷ ἱερωτάτῳ ταμιείῳ τὰ ὑπὲρ αὐτῶν δημόσια πάντα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας ἀπὸ τῆς ἑπτακαιδεκάτης ἰνδικτίονος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι τοὺς ὁμολογοῦντας μηδὲ ἄλλον ὑπὲρ αὐτῶν μηδένα κατὰ μηδένα τρόπον, ἀλλὰ καὶ τοὺς ἐπελευσομένους ἢ ἐνποιησομένους καθʼ ὁντιναοῦν τρόπον ἀποστήσιν ἐκείνων παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν, ἔτι δὲ καὶ προσεκτίσιν τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα, περί τε τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν. [v] πρᾶσις γῆς ἰδιωτικῆς σπορίμης ἀρουρῶν θ 𐅵

Connections

Found at Karanis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.