no image
DDbDP-text
Private Letter via HGV-meta
Linked by Trismegistos ID
TM 17627.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Ἀπλονοῦς Θερμουθᾶτι
τῇ μητρὶ πλεῖστα χαίρειν·
πρὸ μὲν πάντων εὐχόμεθά σε
…αρα
ὑγιαίνειν σὺν Ἀπλοναρίῳ. θέλω σε
γινώσκειν ὅτι ἤκουσα παρὰ τῶν
ἡκότων μοι ὅτι ἠσθένηκας,
ἐχάρην δὲ ἀκούσασα ὅτι
κομψῶς ἔσχηκας. ἐρωτῶ σε μεγάλως καὶ παρακαλῶ, ἐπιμέλου
ἑαυτῆς ἅμα καὶ τῆς μικρᾶς ὡς
παρέλθητε τὸν χειμῶνα,
ἵνα εὕρωμεν ὑμᾶς ὑγιαίνοντας.
καὶ ἡμεῖς γὰρ πάντες ὑγιαίνομεν.
καὶ περὶ τῆς Συρίας ἕως ἄρτι οὐδὲν
κακόν. ἐρωτῶ σε ἐὰν ἀκούσῃς περὶ Θερμουθᾶτος πέμψον μοι φάσιν.
ἐρωτῶ σε, οὐ πρᾶγμά ἐστιν, ἐάν
τινα εὕρητε καταβαίνοντα,
ἀποστεῖλαι ἡμῖν φάσιν περὶ τῆς
ὑγιείας ὑμῶν καὶ τῆς μικρᾶς.
ἐρωτῶ σε καὶ παρακαλῶ, εἰ δύνατόν ἐστιν, ἰδεῖν σε τὴν μικρὰν
τρὶς τὴν ἡμέραν, δόξαν ἐμὲ εἶναι
ἐχόμενά σου. ἤδη πέμψω σοι
τὸ ἐνώτιον. οὔπω γὰρ τὸ ἐμὸν γέγονε.
ἐὰν εὕρῃς σοι τιμὴν ησ[…]ς Θερμουθᾶτος πώλησον. ἅμα π[…]βαλε
παρʼ ἡμᾶς κόμισαι παρʼ ἐμοῦ ἀλέ
κτορας σαλω[…]ες
[r,md]
ἔστιν τάριχοι δεκαδύω καὶ κοπταὶ εἰκοσιδύω τῇ μικρᾷ,
καὶ δίδου αὐτῇ ἀνὰ ἓν ἕν . ἐπισκοπεῖται σε Γάιος μεγάλως καὶ Θερμουθᾶς
καὶ Εἰσίδωρος καὶ Διογενᾶς, καὶ ἀσπαζόμεθα Ἀπλονάριν. ἐπισκοπούμεθα
Ἀμμίαν καὶ τὸ τέκνον αὐτῆς. ἐπισκοποῦνταί σε πάντες ἔρρωσο.
ἐπισκοποῦμαι Ἡρᾶν καὶ τὰ τέκνα αὐτῆς. Τῦβι γ.
[v]
ἀπόδος εἰς Φιλαδέλφεαν
ΘερμουθᾶτιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.