no image
DDbDP-text
[r]
Θερμουθᾶς Ἀπολιναρίῳ
τῷ ἀδελφῷ πλεῖστα χαίρειν.
γιγνώσκειν σε θέλω ἐγὼ
καὶ Οὐαλερία, ἐὰν Ἡρωὶς
τέκῃ, εὐχόμεθα ἐλθεῖν πρὸς
σέ. δεῖ γάρ. θέλομεν ἐνέγκαι Δημητροῦν καταπλεῦσαι σὺν τῇ μητρὶ αὐτῆς.
γράφεις μοι, ὅτι σύνθες
σου τὰς χεῖρας Ζοιδοῦτι · οὐδὲν βλέπομεν αὐτὴν πεποιηκέναι, οὐδὲν εἰσεώρακεν εἰ μὴ τὸν τόκον τοῦ χαλκοῦ οὗ δέδωκας αὐτῇ. δέδωκας
δέκα στατῆρας τοῖς τοῦ πράκτορος τῆς Κερκεσούχω
καὶ ὡς εἴρηκάς μοι περὶ Ταήσεως, οὐδὲν ἔλαβα παρʼ αὐτῆς. μαρτυρήσει σοι Διδυμάριν, ὅτι ἔλεγεν Ταῆσις ·
οὐδὲν ἐγὼ δίδω Θερμουθᾶτι, ὅτι εἴρηκεν Ζωιδοῦς ·
μὴ δίδε αὐτῇ. σὺ οἶδες σὺν
τῇ ἀδελφῇ σοι ὡς ἔγραψες Ἡρᾶτι τουνειν τιτοσσεν ἡμῶν, ἵνα διακονήσῃ ἡμῖν · εὐχαριστῶμεν αὐτῷ. ἀσπάζεται Λογγινία, ἀσπάζεταί σε καὶ Ζοΐδα τὴν ἀδελφὴν αὐτῆς, ἀσπαζόμεθα Σερῆνον,
ἀσπαζεταί σε Ἡρωὶς καὶ
οἱ ἐν οἴκῳ πάντες κατʼ ὄνομα. ἔρρωσο
[v]
ἀπόδος Ἀπολιναρίῳ
ἀπὸ Οὐαλερίας καὶ ΘερμουθᾶτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.