no image
DDbDP-text
Letter of Theon via HGV-meta
Linked by Trismegistos ID
TM 21769.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Θέων Φιλουμένῃ τῇ μητρὶ
χαίρειν.
πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν σὺν τῷ πατρί μου. κόμισαι
παρὰ Σαρᾶτος Μάρκου ἐλαίου ἀφροδισιακοῦ
καλοῦ μετρητὰς τέσσαρας ἥμισυ ·
κομισαμένη οὖν δήλωσόν μοι.
ἐὰν δὲ μὴ λαμβάνω ἐπιστολὰς παρʼ αὐτοῦ περὶ τῆς ποσότητος τῶν ἐλαίων
ὧν κομίσει ὑμῖν οὐ μέλλω ἔτι
αὐτῶι διδόναι ὅτι οὐκ ἔστʼ αὐτὸς
Σαρᾶς, ἀλλὰ ἄλλος ξένος ἐστὶν ᾧ δεῖ
με πεισθῆναι ὡς ἐσχήκατε· ὥστε τοῦ λοιποῦ γράφετε, τῶν γὰρ
πρώτων τεσσάρων ἡμίσους ἐπιστολὴν
οὐκ ἔσχον. τοῦτο οὐχ ἕνεκα ἡμῶν
ποιῶ ἀλλὰ ἕνεκα τῶν καμηλιτῶν,
μὴ θελήσῃ τις ἀφεῖναι μέρος
μὴ ἐνέγκας. λέγει μοι Σαρᾶς ἔασον
τοὺς ἄλλους πέντε μετρητὰς περὶ
ὧν γράφεις εἰς τὸ ἄλλο ἀγώγιον· ἐὰν
δὲ μὴ εὕρω τὸν βαστάζοντα, ἐάσω
αὐτό. ἔπεμψα Ἀπολλωνίωι τῶι ἀδελφῷ
εἰς βαφὴν ἐρίδια, ἐπειδὴ ὑστερῶ
τέταρτα δύο , καὶ οὐκ ἔφθακαν
καταγαγεῖν διὰ τὸ τὰς ἡμέρας
[…]εἶναι. ἔγραψα αὐτῶι
[…]α εἰ μὴ σύ μοι αὐτὰ
[…]αν πέμψω σοι. κόμισαι
παρὰ Σαρᾶτος Μάρκου σφυρίδια δύο ἐσφραγισμένα
[…] σοὶ ἓν καὶ Πλουτάρχῃ τῇ
[…]ἓν . κόμισαι καὶ παρὰ Ἀπολλωνίου
[…][…]…ιδιον ἀφροδισιακὸν
[…] αὐτῶι φοινικ.
[…] ἔρρωσο.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶπ λ.
[…]τοῖς ἀδελφοῖς παρὰ Κάστωρος
[…]…χω ἀφροδισιακ ἓν σφυρίδιον ἐσφραγισμένον
[…]… Ψατρῆτος υἱοῦ
[r,ms]
Κολλούθου Φαλοῦτος λεγομένου σφαίρας δέκα . ὄψομαι πάλιν τίς σοι βαστάξει ἀλλὰ[…]
θέλω πέμπειν ὑμῖν πάντα, ἀλλʼ οὐκ ἔχω τὸν βαστάζοντα.
[v]
εἰς Τα…π τοῦ Ἀπολλωνοπολίτου Φιλουμένὴ τῇ μητρί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.