Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.3.814 IIIArsinoites

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 31238. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[…]γλυκυτάτῃ μου μητρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν πάντων. καλῶς ποιήσεις κομισαμένη μου τὸ ἐπιστόλιον, πέμψεις μοι διακοσίας δραχμάς. ὅτε Γέμεινος πρὸς ἐμὲ ἦλθεν, οὐκ ἔσχον εἰ μὴ εἴκοσι στατῆρας, νῦν δὲ οὐχ ἕνα, ὅτι ἡμιονικὸν ἅρμα ἔλαβα καὶ ὅλον τὸν χαλκὸν δεδαπάνηκα εἰς αὐτό. ταῦτά σοι ἔγραψα ἵνʼ εἰδῇς. πέμψεις μοι ἀβόλλην καὶ βύρσον […]νταν καὶ ζεῦγος φασκίων καὶ ζεῦγος ἱματίων χρωματίνων καὶ ἔλαιον καὶ τὸ τρουλιν ὡς εἶπές μοι καὶ βαρυγαύτην καὶ ζεῦγος κερβικαρίων καὶ Γερμανὸν ἐπεὶ χρείαν αὐτοῦ ἔχω. τὸ λοιπὸν οὖν, μῆτερ, πέμψεις μοι ἐπιμήνεια ἐντάχιον. ταῦτά μοι ἔλεγες, ὅτε ἦλθα πρός σε, ὅτι πρὸ τοῦ εἰσέλθοις εἰς τὴν παρεμβολήν σου πρός σε πέμπω ἕνα τῶν ἀδελφῶν σου καὶ οὐδέν μοι ἔπεμψες, ἀλλὰ ἀφῆκές μοι οὕτως μηδὲν ἔχοντα […]… μηδὲ ἄλλο μηδέν. οὐκ εἶπες ὅτι […]…[…]οὐκ ἔχων οὐ χαλκὸν οὐκ οὐδέν, ἀλλὰ ἀφῆκάς μοι οὕτως ὡς κύνα καὶ ὁ πατήρ μου πρὸς ἐμὲ ἐλθ… οὐκ ἔδωκέν μοι ὀβολὸν οὐ βύρσον οὐκ οὐδέν, ἀλλὰ πάντες καταγελῶσί μοι, ὅτι ὁ πατὴρ αὐτοῦ στρατεύεται, οὐδὲν αὐτῷ δέδωκε, ἔλεγε ὅτι ἐὰν ἀπέλθω εἰς οἶκον, πέμπω σοι πάντα· οὐδέν μοι ἐπέμψατε. διὰ τί; ἡ μήτηρ Οὐαλερίου ἔπεμψε αὐτῷ ζεῦγος ὑποζωνῶν καὶ κεραμεῖον ἐλαίου καὶ σφυρίδα κρεδίων καὶ δίλασσον καὶ διακοσίας δραχμὰς …[…]εο…λαρουτος. ἐρωτῶ σε οὖν, μῆτερ, πέμψεις πρὸς ἐμέ, μὴ ἀφήσεις μοι οὕτως, ἀλλὰ ἀπῆλθα, κέχρημαι χαλκὸν παρὰ συστρατιώτου καὶ παρὰ τοῦ ὀπτίωνός μου καὶ ὁ ἀδελφός μου Γέμελλος ἔπεμψέ μοι ἐπιστολὴν καὶ βρακέλλας. γίγνωσκε, ὅτι λυποῦμαι, ὅτι οὐκ ἀπῆλθα ἐγγὺς τοῦ ἀδελφοῦ καὶ αὐτὸς λυπεῖται ὅτι οὐκ ἀπῆλθα ἐγγὺς αὐτοῦ· ἔπεμψέ μοι ἐπιστολὴν μεμφόμενός μου, ὅτι εἰς ἄλλην χώρδην ἀπῆλθα. γράφω σοι οὖν ταῦτα, ἵνʼ εἰδῇς, μῆτερ. καλῶς ποιήσειςκομισαμένη μου τὸ ἐπιστόλιν ἐντάχιον πέμψις πρὸς ἐμοί. γίγνωσκε, ὅτι ὁ ἀδελφός μου Γέμελλος εἰς …λην ἔπεμψε καὶ ἀπῆλθε. ἀσπάζομαι τοὺς ἐν οἰκίᾳ πάντας τοὺς σοὺς, ἀσπάζομαι Ἀπωλλινάριον καὶ Οὐαλέριον καὶ Γέμινον, ἀσπάζομαι καὶ τοὺς φιλοῦντας ἡμᾶς πάντας. [ms] […] πέμψεις πρὸς ἐμέ, ἐὰν εἰδῇς οὐδεὶς το […] […] εἶπέ μοι ὁ πατήρ […] [v] … ἀπὸ Σερήνου ἀδελφοῦ [… 1 line lost …]

Connections

Found at Arsinoite nome

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.