no image
DDbDP-text
Proposition de bail via HGV-meta
Lease offer for six arouras and two arouras of sacred land to Lucius Fabius Diogenes. Offer to lease farmland, made by Diodoros to the landowner Lucius Fabius Diogenes, for 6 arouras at 10 artabas of wheat a year, with the lessee also cultivating 2 arouras of sacred land and paying its dues. Diogenes adds his acceptance at the end. Written in AD 159, probably at Philadelphia in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10698.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…[…]…χ[…]…[…]…[…]κατʼ ἔτος …[…]
ἕκαστον μηνὶ Παῦνι μέτρῳ δρόμῳ τετραχοινίκῳ τῶν μὲν δημοσίων τελεσμάτων ἀρταβιῶν τε καὶ ναυβίων καὶ ἀριθμητικῶν ὄντων πρὸς μὲ τὸν μισθούμενον, τῶν δὲ ἄλλων δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν Φάβιον
Διογένην. ποιήσομαι δὲ ἐκ τοῦ ἰδίου τὰ κατʼ ἔτος γεωργικὰ ἔργα πάντα· χωματισμοὺς,
ποτισμοὺς, ὑποσχισμοὺς, βοτανισμοὺς, σιφωνολογίας, διωρύγων καὶ ὑδραγωγῶν ἀναβολάς, βλάβος μηδὲν ποιῶν. καὶ μετὰ τὸν προκείμενον χρόνον τῆς
μισθώσεως παραδώσω τὸ μὲν ἥμισυ μέρος ἀπὸ κοπῆς χόρτου, τὸ δὲ λοιπὸν
ἥμισυ μέρος ἀπὸ καλάμης ὡς παρέλαβον, σπείροντος δʼ ἐμοῦ οἷς ἐὰν αἱρῶμαι γένεσι πλὴν κνήκου. σπερῶ δὲ καὶ ἃς ἔχεις ἐν ἑτέρᾳ σφραγῖδι ἱερᾶς γῆς ἀρούρας δύο οὔσας
πρὸς τῇ δημοσίᾳ ὁδῷ ὧν τὰ δημόσια πάντα σιτικά τε καὶ ἀργυρικὰ ἀποδώσω
ἐκ τοῦ ἰδίου, μενόντων καθαρῶν εἰς ἀπόδοσίν σοι τῷ Φαβίῳ Διογένει τῶν τοῦ
πυροῦ ἀρταβῶν δέκα , ἐὰν φαίνηται μισθῶσαι. Λούκιος Φάβιος Διογένης
μεμίσθωκα τῷ Διοδώρῳ τὰς προκιμένας ἀρούρας ἓξ ἐκφορίου
κατʼ ἔτος χωρὶς παντὸς λόγου πυροῦ ἀρταβῶν δέκα μέτρῳ δρόμῳ τετραχοινίκῳ καὶ ἐφʼ ᾧ ἐπὶ τὰ αὐτὰ ἔτη σπείρειν αὐτὸν τὰς ὑπαρχούσας μοι ἱερᾶς γῆς ἀρούραςδύο ἐπὶ τῷ ἀποδιδόναι ὑπὲρ αὐτῶν τὰ κατʼ ἔτος σιτικὰ καὶ
ἀργυρικὰ τελέσματα πάντα καθὼς πρόκειται. ἔτους δευτέρου καὶ εἰκοστοῦ
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ ἕκτῃ καὶ εἰκάδι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.