no image
DDbDP-text
βασιλεῖ Πτολεμαίωι χαίρειν. Ἁθερῆς Μιος ἱερεὺς Σοκονπορχνούβιος θεοῦ τῶν κατοικούντων ἐν Μούχει τῆς Πολέμωνος μερίδος. ἀδικοῦμαι ὑπὸ Θαυῆτος τῆς γυναικός μου τῶν περὶ τὴν αὐτὴν κώμην τοῦ κδ ἔτους Ἐπεὶφ γ. τηρήσασά με Θαυῆς ἡ προγεγραμμένη ὅτι ἐγδήμησέν με εἰς Κροκοδίλων πόλιν πρὸς χρεῖαν συσκευασαμένη ἐξηνέγκατο ἐκ τῆς οἰκίας μου σίνδονα ἀξίαν δραχμῶν ι κόνδυα ἄξιον δραχμῶν η κύαθος μέγα ἄξιος δραχμῶν η κρόκην καὶ στήμονα δραχμῶν ϛ τρίχια χρυσῆ κ δραχμῶν δ χαλκῶν δραχμῶν β προσκεφάλαιον ἐρεοῦν ἄξιον δραχμῶν η κασῆς δραχμῶν ε κρεοθῆκαι β πλῆρες κρέων δρέπανον δραχμῶν α τετρώβολον ἀνδριαντίσκοι χαλκοὶ β κάστυα β δέλτος κίσται β θην ἀλαβάστρια καὶ ἐξάλειπτρα μῶιον δραχμῶν α𐅵 σφυρίδες β δραχμῆς α συρίαν δραχμῶν η ὑποδημάτων ζεύγη β δραχμῶν β κόφινος πλεκτὸς δραχμῆς α τράπεζα παπυρίνη ἐπιθήκη δραχμῶν β μάχαιραι δραχμ- περισκελῆ δραχμῆς α χειρώμακτρον διώβολον χειτῶνα τριβακὸν δραχμῆς α ἁπλοίδιον ὁμοῦ τετρώβολον ἐπὶ τοῦτο δραχμῶν ξε τετρώβολον χωρὶς γρύτης τὴν ἐν τῆι οἰκίαι. δέομαι οὖν σου βασιλεῦ προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Γλαύκωι τῶι φυλακίτηι Μούχεως ἐπισκέψασθαι περὶ τούτων καὶ ἐπαναγκάσαι αὐτὴν ἀποκαταστῆσαι εἰς οἶκον πρὸς ἐμὲ τὰ προγεγραμμένα ἵνα ἐπὶ σὲ βασιλεῦ καταφυγῶν τὸν πάντων σωτῆρα τοῦ δικαίου τυχῶ. εὐτύχει. Γλαύκωι. μάλιστα μὲν διάλυσον αὐτούς. εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον. ἔτους κδ Δύστρου ιζ Ἐπείφ δε Ἁθερῆς πρὸς Θαυῆν ΓλαύκωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.