Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dura.19
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος βασιλέως βασιλέων Ἀρσάκου εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος, ἔτους ϛλτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον υ', μηνὸς ἐν Εὐρωπῶι τῆι ἐν τῆι Παραποταμίαι. διείλοντο ἑκόντως πρὸς ἑαυτοὺς Δημήτριος ὁ ἐπικαλούμενος Ναβουσαμάος, Σέλευκος ὁ ἐπικαλούμενος ὁ ἐπικαλούμενος Ζαβδούας, οἱ Πολεμοκράτους Δημητρίου τοῦ Πολεμοκράτους υἱοί, Εὐρωπαῖοι, τὰς ὑπαρχούσας αὐτοῖς οἰκίας ἐν ὧν ἔφασαν τὴν μὲν μίαν λελα χέναι Πολεμοκράτην τὸν δηλούμενον αὐτῶν πατέρα κατὰ τὴν γενομένην αὐτῶι πρὸς Ἀπολλοφάνην τὸν ἀδελφὸν αὐτοῦ διαίρεσιν διὰ τοῦ αὐτόθι δικαστηρίου ἐν τῶι ὡς τὸ πρότε ρον δξτ ἔτει, μηνὸς Αὐδιναίου , τὴν δὲ ἑτέραν ἠγορακέναι αὐτὸν παρὰ Νικάνορος τοῦ Ἀλεξάνδρου Μνησίππου κατὰ χρηματισμὸν γενόμενον διὰ τοῦ αὐτοῦ δικαστηρίου ἐν τῶι ὡς τὸ πρότερον ἔτει, μηνὸς Δύστρου δευτέραι, καὶ ἔλαχον ἐκἐγ διακληρώσεως Δημήτριος μὲν τὸν ἀνδρῶνα Νικάνωρ δὲ τὸ ταμιεῖον τὸ ἐν τ Ἀντίοχος δὲ τὸν οἶκον ἐν τοῖς οις καὶ τὰ ἐπὶ τούτου καὶ τῆς κοινῆς εἰσόδου καὶ ἐξόδου ὑπερῶια Σέλευκος δὲ τὸν οἶκον τὸν πρὸς τὸν ἄρκτον καὶ τὸ ἐπὶ τούτου ὑπερῶιον καὶ ἕτερον οἶκον συνπεπτωκότα ἀπὸ μέρους vestiges ἔσονται δὲ αὐτοῖς ἐν κοινῶι ἥ τε αὐτὴ αὐλὴ καὶ εἴσοδος καὶ ἔξοδος καὶ ἴκρια, οἷς χρήσονται κοινῆι· ἐμφράξει δὲ ὁ Νικάνωρ τὴν θύραν τοῦ οἴκου τοῦ ἐπιβαλόντος αὐτῶι τὴν ἀναδεδειγμένην εἰς τὸν ἐπι βαλόντα τῶι Δημητρίωι ἀνδρῶνα καὶ τὰ τούτου θυρώματα καὶ πλινθεῖον λήμψεται εἰς ἑαυτὸν καὶ ἀναδείξει ἑαυτῶι ἀπὸ τοῦ αὐτοῦ ταμιείου ἑτέραν θύραν εἰς τὸν ἐπιβαλόντα αὐτῶι οἶκον, ἐμπλάσει δὲ καὶ ὁ Ἀντίοχος τὴν θύραν τοῦ ὑπερώιου αὐτοῦ τὴν ἀναδεδειγμένην εἰς τὸ τοῦ Νικάνορος ὑπερῶιον καὶ ἀναδείξει ἑαυτῶι ἑτέραν θύραν εἰς τὰ ἴκρια ?, ἀναδείξει δὲ καὶ ὁ Σέλευκος ἀπὸ τοῦ οἴκου αὐτοῦ θύραν εἰς τὴν κοινὴν αὐλὴν, ἀνοικοδομήσουσιν δὲ οἱ πάντες ἐκ καινῆς τὸ μεταξὺ τῆς τε αὐτῆς αὐλῆς καὶ ἑτέρας αὐλῆς μεσοτοίχιον ὑποστήσονται δὲ ἑαυτοῖς πρόσβασιν πρὸς τῶι αὐτῶι μεσοτοιχίωι καὶ πρὸς τῶι τοίχωι τοῦ ἐπιβαλόντος τῶι Σελεύκωι οἴκου, ἐπιθέντες ἐπὶ τοῦ μεσοτοιχίου κλίμακα τῆς στοᾶς διʼ ἧς χρήσονται ἀναβάσει ἐκ τῆς ος αὐτοῦ προσδώσει δὲ ὁ Δημήτριος τῶι Σελεύκωι εἰς τὴν ἀφίσωσιν τῶν μερῶν ἀργυρίου δραχμὰς σὺν πλινθείωι καὶ θυρώμασι καὶ ἑτέροις τοῖς συνκύρουσι καὶ καθήκουσι πᾶσι, τῆς δὲ ἐνδομήσεως κρατήσει ἕκαστος αὐτῶν τὸ ἴδιον μέρος· καὶ ἐτάξαντο ὁ πάντες μηδʼ ἐν καλεῖν μηδʼ ἐνκαλέσειν ἀλλήλοις μήτε περὶ τῆς αὐτῆς διαιρέσεως μηδὲ περὶ ὧν ἕκαστος αὐτῶν ἰδίαι ἐκτήσατο ἢ ἐπικτήσηται μηδὲ περὶ ἐὰν δέ τις μὴ ἐμμείνῃ ἀλλʼ ἐνκαλέσῃ, ἐκτείσειν τοῖς ἐμμείνασι ἄνευ λόγου καὶ κρίσεως ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ ἡ διαίρεσις αὕτη ἔσται καὶ οὕτως κυ ρία· ἔχει δὲ καὶ ἀντισύνγραφον. μάρτυρες· Σέλευκος, Ἀδαῖος, δ Δάνυμος βασιλικοὶ δικασταὶ καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, Παυσανίας εἰσαγωγεὺς καὶ πράκτωρ καὶ τῶν σωματοφυλάκων, Δαμόνικος Μαρίου, Δημοκράτης Δαμονίκου, Ἀπολλογένης Πτολεμαίου.Cross-references (3)
- TM-Text 17217 primary
- DDbDP-Text p.dura;;19 tier-1
- HGV-Text 17217 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.