Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.euphrates.17

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] Ρουμας Ρουματι κυρίῳ μου χαίρειν· θεοῖς εὔχομαι ἀπολαβεῖν σε ἐρρωμένον· οἶδα, κύριε, ὅτι πάγκαλον πρὸς ἐμὲ ἐποίησας καὶ χάριτας πολλὰς ἔχω ἀπὸ σοῦ καὶ ἀκμὴν οὐδεμίαν ἀπʼ αὐτῶν οὐκ ἀπέδωκά σοι τῷ ἐμῷ κυρίῳ· νῦν δέ, ἐὰν θεὸς θέλῃ καὶ ζῶμεν καὶ ἀλλήλους ἴδωμεν, πάντα ἀποδώσω εἴ τι ὀφείλω σε καὶ πάγκαλα ἃ ἐποίησας πρὸς ἐμὲ θεός σοι ἀποδώσει· ἄρτι δὲ μελησάτω σοι περὶ Βιθιλαας τῆς θυγατρός σου, πέμψῃς δὲ αὐτὴν μετὰ τοῦ Ιβναν[…]του Κασσιανοῦ οὐετρανοῦ· κατὰ τῶν θεῶν καὶ τῆς σῆς σωτηρίας, ἐγὼ καλῶς πράσσω καὶ το κ[…]…[…]…[…]…ουκ[…]ε[…]…[…] θ[…]σε πέμπω αὐτὸν διὰ Ιβναν[…]ἄλλα, ἐὰν θεὸς θέλῃ, πέμπω σοι[…]… διὰ ἡμερῶν ὀλίγων ἃ ὀφείλω σοιἤτοι δηνάρια φ[…] χωρὶς τόκων αὐτῶν καὶ ἄλλα δηνάρια υ, ἐπεὶ ἀσμένως ἐκβαίνω ἐκεῖθεν· ἐγὼ καὶ σὺ καὶ Σαδαλλαθος σημεῖον ἔχεις ὅτι ἐφάγομεν λουκανικὰ ς…· ἐκβαίνω καὶ ἀφῆκα πρὸς σὲ χαλινὸν τῷ ἵππῳ· ἄσπασόν μοι Σαδαλλαθην τὸνμ ἀδελφόν μου· μελησάτω ὑμῖν πέμψαι Βιθιλααν πρὸς ἐμέ· ἔγραψα ὑμῖν ἐπιστολὴν ἀπὸ Δυσάριος, ἐγὼ δὲ εἰς Ρεσσα… κατέλυσα. ἔρρωσό μοι [v] [… 1 line lost …]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.