no image
DDbDP-text
Transfer of Property via HGV-meta
Linked by Trismegistos ID
TM 10862.
Each record below describes this same artifact or text from a different angle.
[…]κρ[…] σεσημείωμαια[…] ἔτους, Μεσορή.
Διονυσίωι καὶ Θέωνι γεγυμνασιαρχηκόσι
βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοίτου
παρὰ Ἀπίας τῆς Ἡρᾶτος τοῦ
Ἡρακλᾶτος ἀπὸ κώμης
Θεαδελφείας Θεμίστου μερίδος, μετὰ
κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφερῶτος υἱοῦ Τεῶτος τοῦ Σαμβᾶ.
ἀφʼ οὗ ἔχω ἐν ἀπογραφῆι ἡμίσους
δεκάτου μέρους κοινοῦ καὶ
ἀδιαιρέτου οἰκίας καὶ αὐλῆς πρότερον
Θέωνος τοῦ καὶ Σωκράτους τοῦ Ἥρωνος
καὶ ὅλου οἴκου ἐν συνοικίᾳ ἐν τῆι προκειμένῃ
κώμῃ Θεαδελφείᾳ βούλομαι ἐξοικονομῆσαι πέμπτον μέρος ὅλης
τῆς οἰκίας καὶ αὐλῆς καὶ τοῦ ὅλου
οἴκου Σωκράτηι Διδᾶ τοῦ Σαμβᾶ
ἀπὸ Βιθυνῶν Ἰσίωνος πρωταπογ
τιμῆς ἀργυρίου δραχμῶν διακοσίων. διὸ προσαγγέλλω ὅπως ἐπισταλῆι τῷ τὸ
γραφεῖον Θεαδελφείας συνχρηματίζειν μοι ὡς καθήκει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.