no image
DDbDP-text
Contract for Labour in an Oil - Press via HGV-meta
Linked by Trismegistos ID
TM 10934.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
Φαῶφι ιη, ὁμολογία Θενετκουεῖτος πρὸς Λούκιον.
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νερούα
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαῶφι ὀκτωκαιδεκάτηι, ἐν Εὐημερείᾳ τῆς Θεμίστου
μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ
Θενετκουεῖς Ἥρωνος παρεμβάλλουσα Περσείνη ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴ ἀντικνημίῳ
δεξιῶι, μετὰ κυρίου τοῦ συνγενοῦς Λεοντᾶ τοῦ
Ἱππάλου, ὡς ἐτῶν πεντήκοντα τεσσάρων
οὐλὴ μετώπῳ ἐκ δεξιῶν, Λουκίωι Βελλήνῳ
Γεμέλλωι ἀπολυσίμωι ἀπὸ στρατείας εγλεωνο
ὡς ἐτῶν ἑξήκοντα ἑπτὰ οὐλὴ ἀντίχειρι ἀριστερᾷ,
ἔχειν παρ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου
ἀργυρίου δραχμὰς δέκα ἓξ ἀρραβῶνα ἀναπόρριφον· ἐπάναγκον οὖν παρεμβαλεῖν τὴν Θενετκουεῖν ἐν τῶι ὑπάρχοντι τῷ Λουκίωι Βελλήνωι Γεμέλλῳ ἐν Εὐημερείᾳ ἐλαιουργίωι
ἀφʼ ἧς ἡμέρας ἐὰν αὐτῆι παρανγείλῃ ἐλαικοὺς
καρποὺς ἐκπεπτωκότας εἰς τὸ ἐνεστὸς
τρίτον ἔτος, ποιοῦσαν πάντα ὅσα καθήκει
παρεμβαλλούσῃ μέχρι ἐγβάσεως πάσης
ἐλαιουργίας, λαμβάνουσαν παρὰ τοῦ Λουκίου
Βελλήνου τὸν ἡμερήσιον μισθὸν ὡς
ἐπὶ τῶν ὁμοίων παρεμβαλλουσῶν ἐν
τῇ κώμηι, ὑπολογήσειν δὲ τὸν Λουκίον
τὰς τοῦ ἀργυρίου δραχμὰς δέκα ἓξ κατὰ
μέρος ἐκ τῶν ἐσομένων μισθῶν. ἐὰν
δὲ μὴ ποιῇ ἡ Θενετκουεῖς κατὰ τὰ προγεγραμμένα ἀποδώσειν αὐτὴν τῷ Λουκίωι
τὸν ἀρραβῶνα διπλοῦν, γεινομένης τῷ
Λουκίωι Βελλήνωι τῆς πράξεως ἔκ
τε τῆς ὁμολογούσης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων
καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῆς Θενετκουεῖτος Λεοντᾶς ὁ προγεγραμμένος.
Θενετκουῖς Ἥρωνος Περσίνη μετὰ κυρίου τοῦ συνγενοῦς Λεοντᾶ τοῦ Ἱππάλου
ὁμολογῶ ἔχειν παρὰ τοῦ Λουκίου τὰς
τοῦ ἀρραβῶνος ἀργυρίου δραχμὰς δέκα
ἕξ , καὶ παρεμβαλῶ ἐν τῷ ἐλαιουργίῳ
ἀφʼ ἧς ἡμέρας ἐάν μοι παραγγείλῃς
λαμβάνουσα παρὰ σοῦ Λουκίου τοὺς μισθοὺς
ἐπὶ τῶν ὁμοίων παρεμβαλλουσῶν καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. Λεοντᾶς
γέγραφα καὶ ὑπὲρ τῆς Θενετκουῖτος
μὴ εἰδυίας γράμματα.
ἐντέτακται γ ἔτους, Φαῶφι ιη, διὰ Ἥρωνος
τοῦ πρὸς τῷ γραφείῳ Εὐημερείας.
Λούκιος Βελλῆνος Γέμελλος διὰ
Ἐπαγαθοῦ ἀπέχω τὰς προκιμένας
καὶ οὐθὲν ἐνκαλῶ
[ms]
ἀργυρίου δραχμὰς δέκα ἕξ . ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Τῦβι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.