no image
DDbDP-text
Nomine ad ufficii liturgici via HGV-meta
Nomination of komarchs for the hamlet of Monyris, with public posting by the strategos. Nomination of two successors to the village office of komarch at Monyris in the Hermopolite nome, submitted by the outgoing komarchs Aurelius Dioskoros and Aurelius Apion to the strategos Flavius Paniskos alias Longos, with his public posting notice. Dated 16 July 265. machine translation
Linked by Trismegistos ID
TM 23534.
Each record below describes this same artifact or text from a different angle.
[9/10,msup]
ρνγ
Φλαύιος Πανίσκος ὁ καὶ Λόγγος στρατηγὸς Ἑρμοπολείτου.
τῶν δοθέντων μοι προσαγγελμάτων ὑπὸ κωμαρχῶν κώμης Μονύρεως καὶ Δαμαράτου
εἰσδιδόντων ἀνθʼ ἑαυτῶν εἰς τὴν αὐτὴν κωμαρχίαν ἴσον δημοσίᾳ πρόκειται ἵνα
πάντες εἰδῶσι καὶ οἱ ἀναδοθέντες ἔχωνται τῶν ἐγχειρισθέντων αὐτοῖς ἐν τῷ δέοντι
καιρῷ ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐσημειωσάμην.
ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Ἐπεὶφ κβ.
[9]
Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου
παρὰ Αὐρηλίων Διοσκόρου Σερήνου καὶ Ἀπίωνος
Κολλούθου ἀμφοτέρων κωμαρχῶν ἐποικίου
Μονύρεως τοῦ ἐνεστῶτος ιβ ἔτους. δίδομεν καὶ προσαγγέλλομεν τοὺς ὑπογεγραμμένους ἀνθʼ ἡμῶν εἰς τὴν
αὐτὴν κωμαρχίαν οἳ καὶ ἐν τῇ αὐτῇ ἀρχῇ εἰσι ἀπὸ α
τοῦ ὄντος μηνὸς Ἐπεὶφ ὄντας εὐπόρους καὶ ἐπιτηδείους κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῷ αὐτῷ ἐποικίῳ ἐξ ἀλληλεγγύης οὓς καὶ
ἡμεῖς ἐνγυώμεθα εἰς παράστασιν. εἰσὶ δέ·
Παμοῦνις Πινουτίωνος μητρὸςΤερεῦτος
ὡς ἐτῶν λβ πόρον ἔχων δραχμῶν Α.
Σω… Ὡρίωνος μητρὸς Διοσκοροῦτος
ὡς ἐτῶν λε πόρον ἔχων δραχμῶν Α.
διευτύχει.
ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου
Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Επεὶφ κβ. Αὐρήλιος Διόσκορος Σερήνου
ἐπιδέδωκα. Αὐρήλιος Ἀπίων Κολλούθου ἐπιδέδωκα.
Αὐρήλιος Νεῖλος ἔγραψα ὑπὲρ μὴ εἰδότος.
Αὐρηλιος Τυράννος ὑπερέτηςδημοσίᾳ προθεὶς κατεχώρισα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.