no image
DDbDP-text
Mutuo di danaro via HGV-meta
Loan of 120 drachmas repaid by the service of the borrowers' son. A loan contract from Ptolemais Euergetis (Arsinoite nome) dated 26 May 158, registered through a bank near the Hermaion. Demetrios lends 120 silver drachmas to the illiterate couple Tasoucharion and her husband Pathynis, who instead of paying interest place their son Sarapammon in his service. machine translation
Linked by Trismegistos ID
TM 10954.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πρώτου καὶ εἰκοστοῦ
Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς
Παοῖνι α. διὰ τῆς Ἰσιδώρου τοῦ καὶ[…]
[…]νικου τραπέζης πλησίον τοῦ Ἑρμαίου
Δημῆτρις Ἀπολλωνίου Τασουχαρίῳ[…]
[…]υτος τοῦ Παυαύτος ὡς ἐτῶν λε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ μετὰ κυρίου καὶ ἐνγύου
εἰς ἔκτισιν τοῦ ἀνδρὸς Παθύνιος Πα[…]τος τοῦ […]…ευτος ὡς ἐτῶν ν οὐλὴ ποδὶ δεξιῷ ἀμφοτέροις ὥς φασι ἀπὸ κώμης
[…]ρω καὶ ἀγραμμάτοις ἔχειν αὐτοὺς παρὰ τοῦ
Δημητρίου χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι καὶ
ἀντὶ δὲ τῶν τούτων τόκων καὶ τροφῶν καὶ ἱματισμοῦ παρέξουσι
τὸν ἑαυτῶν υἱὸν Σαραπάμμωνα ὡς ἐτῶν[…]
παραμένοντα τῷ Δημητρίῳ καὶ ποιοῦντα τὰ ἐπιτασσόμενα αὐτῷ ἤτοι
κατʼ οἰκίαν ἢ καὶ κατʼ ἀγρὸν οὐ
γινομένου ἀφημέρου οὐδʼ ἀποκοίτου
ἀνεὺ τῆς τοῦ Δημήτριου γνώμης
ἐὰν δὲ ἀποστῆ ἔκ τινος δὲ αἰτίας,
ἄλλον ἀντὶ αὐτοῦ παραστήσουσιν
αὐτοὶ ἐξ ἀλληλενγύης. τὰς τῆς χρήσεως
κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.