no image
DDbDP-text
Quietanza di mutuo di danaro via HGV-meta
Receipt for repayment of a loan owed by a deceased mother. A receipt and discharge in which Aurelius Apollonios also called Eudaimon acknowledges payment by his nephew Aurelius Tithoetion of 1,200 drachmas of interest on a one-talent loan owed by the nephew's late mother, and renounces further claims including a distraint. It was written at Hermopolis in January 222. machine translation
Linked by Trismegistos ID
TM 23562.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων Δημητρίου Εὐδαίμονος Ἑρμοπολείτης ἀναγραφόμενος ἐπὶ Πόλεως
ἀπηλιώτου ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἄπεσχον παρὰ τοῦ ἀδελφιδοῦ μοῦ Αὐρηλίου Τιθοητίωνος τοῦ καὶ Σαραπάμμωνος Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως ἀναγραφομένου ἐπὶ Φρουρίου λιβὸς ὑπὲρ λύσεως ὧν ὀφείλει μοι ἡ μετηλλαχυῖα αὐτοῦ μητὴρ Εὐδαιμονὶς ἡ καὶ Φίντυς κατὰ διαγραφὴν τραπέζης
ἐπὶ τοῦ κθ ἔτους θεοῦ Κομμόδου μηνὶ Μεχεὶρ νεομηνίᾳ κεφαλαίου ἀργυρίου ταλάντου ἕνος τόκου
τριωβολείου ψιλοῦ ἀργυρίου δραχμὰς χιλίας διακοσίας, γίνονται δραχμαὶ , μεθʼ ἃς κατὰ μέρος ἔσχον διὰ χειρὸς καὶ μεθʼ ἃς ἐχαρισάμην· καὶ οὐ μετελεύσομαι κατʼ οὐδενὰ τρόπον εἰς περίλυσιν τῆς αὐτῆς διαγραφῆς
καὶ τῶν διʼ αὐτῆς διαστολῶν καὶ ἧς παρήνεγκα ἐνεχυρασίας τῷ διεληλύθοτι ἔτει καὶ οὐδὲν ἀλλήλοις ἐνκαλοῦμεν κυρίου ὄντος οὗ ἐθέμεθα ἐγώ τε καὶ ἡ μητὴρ αὐτοῦ συμφώνου γράμματος ἐπὶ
τοῦ αὐτοῦ κθ ἔτους Τῦβι ὡς περίεχει. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου
Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν Τῦβι θ. Αὐρήλιος
Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων Δημητρίου ἄπεσχον καὶ περιέλυσα καὶ οὐδὲν ἐνκαλῶ ὡς πρόκειται.
Αὐρήλιος Τιθοητίων ὁ καὶ Σαραπάμμων ἐξωδίασα ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.