no image
DDbDP-text
Rimborso di un mutuo via HGV-meta
Receipt for repayment of debts under paramone and loan contracts. A notarial acknowledgement from Theadelphia in the Arsinoite nome in which Areios son of Didymos confirms receiving 80 silver drachmas from Taphaunes, repaying debts she and her late brother owed his late father under a paramone contract and a loan. He returns the contracts for cancellation and renounces all further claims. machine translation
Linked by Trismegistos ID
TM 11898.
Each record below describes this same artifact or text from a different angle.
μηνὸς Νέου Σεβαστοῦ ϛ
ἔτους τρίτου Γαίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ἕκτῃ
ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος
τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἄρειος
Διδύμου ὡς ἐτῶν τριάκοντα τριῶν
οὐλὴ πήχει δεξιῶι Ταφαυνῆι Ἁρθώτου
ὡς ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ ὑπὸ κρόταφον δεξιὸν μετὰ κυρίου τοῦ υἱοῦ Αὐνείους
τοῦ Ἁρθώτου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ
ὑπὲρ ὀφρὺν ἀριστεράν, ἀπέχειν παρʼ αὐτῆς ἀργυρίου δραχμὰς ὀγδοήκοντα
ἃς ὤφειλεν ἥ τε Ταφαυνῆς σὺν τῶι
ἑαυτῆς ἀδελφῶι Ἁρπατοθοῆι, ὃς τετελεύτηκεν, τῶι τοῦ Ἀρείου πατρὶ Διδύμῳ
Εὐημέρου, ὃς ὁμοίως τετελεύτηκεν,
κατὰ συνγραφὰς δύο , μίαν μὲν
παραμονῆς δραχμῶν ἑξήκοντα ,
τὴν δʼ ἑτέραν δανείου πα[…]
δραχμῶν εἴκοσι , ἀμφοτέρας δὲ
τελειωθείσας διὰ τοῦ αὐτοῦ γραφείου
ἐν τοῖς ἔνπροσθεν χρόνοις, ἃς καὶ ἀναδέδωκεν ὁ Ἄρειος τῆι Ταφαυνῆι
εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ
μὴ ἐγκαλέσειν μηδʼ ἐπελεύσεσθαι
μήτε αὐτὸν Ἄρειον μηδʼ ἄλλον
ὑπὲρ αὐτοῦ μη[…]
Ταφαυνῆν μηδʼ ἐκ τῆς παραμονῆς
μήτε περὶ ὧν ἀπέσχηκεν καθὼς
πρόκειται μηδὲ περὶ ἑτέρου ἄλλου
πράγματος ἐγγράπτου ἢ ἀγράφου
ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι
τῆς ἐνεστώσης ἡμέρας τρόπωι μηδενί·
ἐὰν δὲ ἐπέλθῃ ἢ ἐγκαλέσηι, ἡ ἔφοδος ἄκυρος
ἔστω. ὑπογραφεὺς τοῦ Ἀρείου Μυσθαρίων
ὡς ἐτῶν εἴκοσι οὐλὴ μετώπωι μέσωι.
Ἄρειος Διδύμου ὁμολογῶ ἀπέχειν
παρὰ Ταφαυνήους τῆς Ἁρθώτου
τὰς τοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα καὶ μηδὲν αὐτῆι ἐνκαλεῖν μήτε περὶ τούτων μήτε περὶ ἐνγράπτου
καὶ ἀγράπτου ἀπὸ τῶν ἔνπροσθεν
χρόνων μέχρι τῆς ἐνεστώσης
ἡμέρας καθὼς πρόκειται. ἔγραψεν
ὑπὲρ αὐτοῦ Μυσθαρίων […]
διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
Ταφαυνῆς Ἁρθώτου μετὰ κυρίου τοῦ
υἱοῦ μου Αὐνῆς Ἁρθώτου γέγονε
εἴς με ἡ ἀποχή. ἔγραψεν ὑπὲρ αὐτῶν
Ὡρίων Ἀλκίμου διὰ τὸ μὴ εἰδέναι
αὐτοὺς γράμματα. ἔτους γ Γαίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.