no image
DDbDP-text
Contratto d’affitto via HGV-meta
Lease of an underground room in a house at Oxyrhynchus. A lease contract from Oxyrhynchus, dated 15 August 345, in which Aurelia Annis rents to Aurelia Nonna an underground room in her house in the Hot Bath quarter for two years at 35 talents of silver a year. The lessee must pay half the rent every six months and return the room clean with its doors and keys. machine translation
Linked by Trismegistos ID
TM 15729.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαουίων Ἀμαντίου καὶ Ἀλβίνου
τῶνλαμπροτάτων Μεσορὴ κβ.
ἐμίσθωσεν Αὐρηλία Ἄννις Ἱέρακος ἀπὸ
τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως
Αὐρηλίᾳ Νόννᾳ Ἀνινκήτου μετὰ Ὡρίωνος
ἀπὸ τῆς αὐτῆς πόλεως ἐπὶ χρόνον
ἔτη δύο ἀπὸ αΘὼθ τοῦ εὐτυχῶς
εἰσιόντος ἔτους κβ ιγ ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου
θερμοῦ βαλανείου τοῦ ὑπὸ τὴν τῆς πόλεως
ἀπηλιωτικὴν στοὰν ἀπὸ ὁλοκλήρου
οἰκίας τόπον ἕνα ὑπόγειον[…]σὺν
αἱροῦσι χρηστηρίοις πᾶσι ἐνοικίου κατʼ ἔτος κειμένου τόπου ἑνὸς τοῦ συμπεφωνημένου πρὸς ἀλλήλους ἀργυρίου σεβαστοῦ […]
νομίσματος ταλάντων τριάκοντα
πέντε τάλαντα λε βεβαιουμένης δὲ τῆς
μισθώσεως ἐπάναγκες ἀποδότω ἡ μημισθωμένη τὸ ἐνοίκιον διʼ ἑξαμήνου
τὸ ἥμισυ καὶ χράσθω τῷ τόπῳ ἐπὶ τὸν
χρόνον ἀκωλύτως μεθʼ ὃν παραδότω
καθαρὸν ἀπὸ κοπρίων καὶ δείσης πάσης
καὶ ἃς ἐὰν παραλάβῃ θύρας καὶ κλεῖς·
εἰ δὲ μὴ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ
τὴν ἀξίαν τιμήν, γινομένης τῆς πράξεως[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.