no image
DDbDP-text
Exchange of grain land between Nechthanoupis and the sons of Panobchounis. A notarial agreement from Pathyris recording that Nechthanoupis son of Patseous ceded 1 3/4 arouras of grain land to Petearsemtheus son of Panobchounis and his three brothers, in exchange for an equal plot they had ceded to him. He undertakes not to challenge the transfer, under penalty of fines. machine translation
Linked by Trismegistos ID
TM 69.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ιδ τοῦ καὶ ια Μεσορὴ κθ ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ὁμολογία ἣν ἑκόντες συνχωρήσαντες ἔθεντο πρὸς
ἑαυτούς, καθʼ ἣν ὁμολογεῖ
Νεχθανοῦπις Πατσεοῦτος Πέρσης ὡς ἐτῶν ν συνκεχωρηκέναι Πετεαρσεμθεῖ Πανοβχούνιος καὶ τοῖς
ἀδελφοῖς Πετεσούχῳ καὶ Φαγώνει καὶ Ψεννήσει
ἀπὸ τῆς σφραγῖδος γῆς σιτοφόρου ἐν τῷ περὶ Πάθυριν
πεδίωι ἐν τῷ ἀπὸ βορρᾶ μέρει, ἧς ἐωνήσατο παρὰ
Παοῦτος τοῦ Ὥρου ἐν τῷ ια τῶι καὶ η ἔτει, ἄρουραν
μίαν ἥμισυ τέταρτον κατʼ ὠνὴν Αἰγυπτίαν ἥν ἔθετο διʼ Ἐσπνούθιος Αἰγυπτίου μονογράφου Κροκοδίλων πόλεως Τνεφερῶτι τῇ τοῦ Νεχθανούπιος
γυναικὶ ἀντὶ τῆς παρακεχωρημένης ἐν τῆι
ἄνω σφραγῖδι ἀρούρας μιᾶς ἡμίσους τετάρτου ὑφʼ ὑμῶν· καὶ μὴ ἐπελεύσεσθαι Νεχθανοῦπιν μηδʼ ἄλλον
μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθεία
καὶ τοὺς ἀδελφοὺς μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῶν περὶ τῶν ἄνω παρακεχωρημένων. εἰ δὲ μὴ,
ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ
προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα δέκα καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς διακοσίας, καὶ μηθὲν ἧσσον
ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.