no image
DDbDP-text
Renunciation of claim to shares of a vineyard and grain land at Pathyris. A deed of renunciation drawn up before the agoranomos office at Pathyris, in which Sennesis, with her guardian, gives up any claim to shares of a vineyard and grain land she had earlier sold to Petearsemtheus son of Panobchounis. It includes a penalty clause against future claims and dates to December 103 BC. machine translation
Linked by Trismegistos ID
TM 72.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιε τοῦ καὶ ιβ Ἁθὺρ κε ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀφίσταται Σεννῆσις Ψενθώτου Περσίνη ὡς ἐτῶν κε
ἐλάσσων ἢ μέση μελίχρως κάκοψις μετὰ κυρίου ἑαυτῆς
οἰκείου Θοτσύτου Ἐριενούπιος ὡς ἐτῶν μ μέσος ὑποκόκκινος
ἀπὸ τῆς ἐωνημένης παρʼ αὐτῆς ὑπὸ Πετεαρσεμθέως τοῦ Πανοβχούνιος τετάρτης μερίδος ἀμπελῶνος συνφύτου καὶ
τῶν φυομένων δένδρων καὶ πέμπτον μερίδος γῆς σιτοφόρου
ἐν τῷ ἀπὸ βορρᾶ καὶ λιβὸς τοῦ ἀμπελῶνος συναπτούσης
ἐν τῇ ταινίᾳ Παθύρεως, ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου,
καὶ ὠνὴν τεθεῖσαν ἐπὶ τοῦ ἐν Παθύρει ἀρχείου ἐν τῷ ιγ
τοῦ καὶ α ἔτει Μεσορὴ κγ· ὧν γείτονες νότου ἀμπελὼν Ταθώτιος,
βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν,ἀπηλιώτου περίβολος
τῶν ἀμπελώνων, λιβὸς περίχωμα πρὸς χαλκοῦ τάλαντα […] Εφ· καὶ μὴ ἐπελεύσεσθαι Σεννῆσιν μηδʼ ἄλλον τινὰ τῶν παρʼ αὐτῆς ἐπὶ
τὸν Πετεαρσεμθεία μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ
ἐπὶ τῶν ἄνω γεγραμμένων πάντων. εἰ δὲ μή, ἡ ἔφοδος τῶι
ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτεισάτω
ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα τάλαντα ι καὶ ἱερὰς
βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς διακοσίας,
καὶ μηθὲν ἧσσον κύρια ἔστω τὰ διωμολογημένα.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
[v]
ἔτους ιε τοῦ καὶ ιβ
Ἁθὺρ κε.
ἀφίσταται Πετεαρσεμθεῖ
Σεννῆσις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.