no image
DDbDP-text
Sale of one aroura of grain land at Pathyris, with bank receipt for sales tax. A registered contract of sale from Pathyris: Petearsemtheus son of Panobchounis sells one aroura of undivided grain land to Etpesouchos son of Nechthanoupis and his brothers for 2 talents of bronze. A bank docket from Krokodilopolis records payment of the sales tax of 1,200 bronze drachmas. machine translation
Linked by Trismegistos ID
TM 236.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν φιλομητόρων ἔτους ιϛ τοῦ
καὶ ιγ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Φαρμοῦθι ιζ ἐν Παθύρει
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
ἀπέδοτο Πετεαρσεμθεὺς Πανοβχούνιος τοῦ Τοτοηοῦς Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν με μέσος μελίχρως ὑποκλαστὸς
ἀναφάλανθος μακροπρόσωπος εὐθύριν οὐλὴ ὀδόντι ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῇ ταινίᾳ Παθύρεως ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῷ μέρους ἐν τῇ ἀπὸ νότου ταινίᾳ σφραγῖδος
ἄρουραν μίαν, ἧς γείτονες νότου γῆ Καλίβιος πρεσβυτέρας, βορρᾶ γῆ Χεσθώτου τοῦ Μελιπαῖτος, ἀπηλιώτου γῆ Ἁρσιήσιος
τοῦ Ζμῖνος, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ἐτπεσοῦχος Νεχθανούπιος καὶ οἱ τούτου ἀδελφοὶ
χαλκοῦ ταλάντων δύο. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς ὁ ἀποδόμενος ὃν ἐδέξαντο Ἐτπεσοῦχος καὶ οἱ σὺν αὐτῷ ὠνούμενοι οἱ πριάμενοι.
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
ἔτους ιϛ τοῦ καὶ ιγ Μεσορὴ λ. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Πάνισκος δεκάτης ἐγκυκλίου κατὰ τὴν παρʼ Ἀπολλωνίου τοῦ πρὸς τῆι ὠνῇ διαγραφήν,
ὑφʼ ἣν ὑπογράφει Πάνισκος ὁ ἀντιγραφεὺς, ὠνῆς Ἐτπεσοῦχος Νεθανούπιος γῆς ἠπείρου σιτοφόρου ἄρουραν α, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συνγραφῆς,
ἣν ἠγόρασεν παρὰ Πετεαρσεμθέως τοῦ Πανεβχούνιος πρὸς χαλκοῦ τάλαντα β, τέλος Ασ, γίνονται χαλκοῦ δραχμαὶ Ασ.
Πάνισκος τραπεζίτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.